Ancient Greek · ~7 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 13-8
Not analysed yet
Αμογητὶ δὴ πάλιν κἀντεῦθεν οἶμαί τις καταθρήσειε σαφῶς, ὡς σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος, τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν σεσαγηνευμένοις εἰς σωτηρίαν ἐπιφωνῶν τε καὶ λέγων, ποτὲ μὲν ὅτι “Ἔγειραι ὁ καθεύ- “δῶν καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ “Χριστός·” ποτὲ δὲ αὖ καὶ τὸ τληπαθὲς ἐν πόνοις ἀγαπᾶν ἀναπείθων, ταύτῃτοι καὶ λέγων “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ “παιδεύει πατήρ;” καταπαίει γὰρ ὥσπερ τοὺς ἁμαρτάνοντας καίτοι φιλάνθρωπος ὢν ὁ Θεὸς, οὐχ ἑκὼν, ἀλλ’ ὡς ἐξ ἀνάγκης ἐπιστρέφων, καὶ τρόπον αὐτοῖς ἐπικουρίας τὸ χρῆμα ποιούμενος. καθάπερ ἀμέλει καὶ οἱ τῆς ἰατρικῆς ἐπιστήμονες τοῖς ἀρρωστοῦσι προσάγουσι καὶ τὰ σφόδρα καταδάκνοντα τῶν φαρμάκων, ἄκεσιν αὐτοῖς τοῦ πάθους τὸ δεῖν ἀλγῆσαι ποιούμενοι. θέα γὰρ ὅπως προυποδείξας τάς μάσ- τιγας καὶ προαναφήνας τὰ ἐξ ὀργῆς, μονονουχὶ “Χαλινῷ “καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγχει” κατὰ τὸ γεγραμμένον, καὶ ἀνθρωπίνως προιέναι κελεύει, μετατιθέντας τὸν νοῦν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ ἦν ἄμεινόν τε καὶ περπωδέστατον. ἐκνήψατε γάρ φησιν οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν. ἀκούεις, ὅπως ὡς τέκνοις ἐξεστηκόσι καὶ ἤδη πὼς μεμεθυσμένοις ἐπιπλήττει λοιπόν, ὡς εἴπερ ἔνηψαν ἐν ἀρχαῖς, ἤρκεσαν ἄν εἰς δίκην αὐτοῖς καὶ τὰ ἐκ μόνης τῆς κάμπης· ἐπειδὴ δὲ ἀνάλγητοι μεμενήκασι τῆς πρώτης αὐτοῖς ἐπενηνεγμένης ὀργῆς, προστέθειται καὶ ἡ δευτέρα, καὶ μετ ἐκείνην ἡ τρίτη, προβέβηκε δὲ καὶ μέχρι τῆς τετάρτης. πλὴν κἂν γοῦν ὀψὲ διεγηγερμένους τε καὶ ἀνανήφοντας, καὶ οἱονεί τινα μέθην ἱέντας τοῦ νοῦ τὴν φιληδονίαν καὶ τὸ ἐκτόπως ἑλέσθαι πλημμελεῖν, εἰς αἴσθησιν τῶν συμβεβηκότων ἀφικέσθαι κελεύει λοιπὸν, κλαίοντάς τε καὶ κατοιμώζοντας ἐπί γε ταῖς σφῶν αὐτῶν ἁμαρτίαις.