Ancient Greek · ~7 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 14-8
Not analysed yet
Ιστέον δὲ, ὅτι καὶ ἡμῶν ἑκάστῳ οἶνος ὥσπερ τις ἐστὶν ἰδικὸς, ὁ καταμεθύσκων καρδίαν. καταμεριζόμεθα γὰρ, ἵν οὕτως εἴπω, τὰ πάθη, καὶ ὁ μέν τις ἡμῶν ἀπονένευκεν ἀχαλίνως ἐπὶ φιλαργυρίαν μετὰ τοῦ καὶ ἕτερα νοσεῖν· ἕτερος δὲ αὖ πεφρόνηκε τὰ τοῦ κόσμου, καὶ κατηρρώστησε τὴν φιλοσαρκίαν, τρυφαῖς καὶ φιληδονίαις ὁλοτρόπως προσκείμενος· ὃς δὲ εἰς ἑτέραν ἡντινοῦν ἀποδεδράμηκεν ἁμαρτίαν. ἵεμεν δὲ δὴ πρὸς τὰ οὕτω βδελυρὰ καὶ θεομισῆ τῶν παθῶν, οἱ μὲν οὐ λίαν ἐσπουδασμένως, οἱ δὲ ὅλαις ὁρμαῖς χρώμενοι, καὶ ἀνουθέτητον ἔχοντες τῆς διανοίας τὴν ῥοπήν. ταύτῃτοί φησιν ὁ Προφήτης ᾿Εκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν· συμβουλεύει δὲ ὅτι προσήκει κατολοφύρεσθαι τοὺς πῖν’ πίνοντας οἶνον εἰς μέθην. ὡς γὰρ ἔφην ἀρτίως, οὐ μέχρι κόρου καὶ αὐταρκείας ἱστῶσί τινες τὰς φιληδονίας, ἀλλ’ οἷον εἰς μέθην ἐκπίνουσι, καὶ παντὸς ἐπέκεινα τείνουσι μέτρου· τούτων ἀπὸ τοῦ στόματος ἀφῃρῆσθαί φησι καὶ εὐφροσύνην καὶ χαράν. ἀληθεύει γὰρ ὁ Χριστὸς, ὅτι πάντη τε καὶ πάντως οἱ μὲν νῦν πενθοῦντες παρακληθήσονται. ἕψεται δὲ τοῖς εἰωθόσι τρυφᾶν τὸ χρῆναι δακρυρροεῖν, ὅτι τῆς ἀγερωχίας τὸ πέρας θρῆνος ἔσται καὶ οἰμωγὴ, καὶ εἰς πέταυρον ᾅδου καταβιβάζει τοὺς ἀγαπῶντας αὐτήν. ἀληθεύει δὲ καὶ ὁ Δαυεὶδ, ὅταν λέγῃ πρὸς Θεόν “Οὐκ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· “ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; “καὶ πάλιν “Οὐ “γὰρ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, οὐδὲ πάντες οἱ κατα- “βαίνοντες εἰς ᾅδην· ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε, “Κύριε.” εἰ δὲ δὴ νοοῖτο τῶν προκειμένων ἡ δύναμις καὶ γεωδεστέρως, εἰ δεδαπάνηνται διά τε τῆς κάμπης καὶ τῶν ἑτέρων τὰ τῆς εὐφροσύνης αἴτια, πάντως που συνδιολεῖται ταῖς εὐκαρπίαις καὶ ἡ τῶν πεπονθότων εὐφροσύνη καὶ χαρά. ἐπιστυγνάζειν γὰρ ἀναγκαῖον τοῖς ἀνιαρῶς συμβαίνουσι καὶ καταλυπεῖν εἰωθόσι καὶ οὐκ ἀνικάνως ἔχουσιν εἴς γε τὸ δύνασθαι, φημὶ, πικρᾷ τε καὶ ἀφορήτῳ λύπῃ κατατῆξαι καρδίαν.