Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 14
Not analysed yet
οὐδὲν οὖν ἄρα τὸ θαυμαστὸν, εἰ βραχὺ τοῦ πρέποντος ἐκπεφοιτηκὼς, σέσωκεν ὁ προφήτης τὴν Γόμερ, καὶ ἀπολωλὸς τὸ γύναιον ἀνακομίζει πρὸς εὐκοσμίαν. ὅτι δὲ χρησίμου τε καὶ ἀναγκαίου πράγματος ἕνεκα συνάπτεσθαι τῷ γυναίῳ προσέταττε Θεὸς, πεπληροφόρηκεν εὐθὺς, ταύτης ἕνεκα τῆς αἰτίας ἐκεῖνα προστάξαι διαβεβαιούμενος. διότι φησὶν, ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου. καὶ οὐκ ἐσομένην πορνείαν τῆς γῆς, ἀλλὰ τὴν ἤδη γεγενημένην, τῷ προφήτη φησί. καὶ γὰρ ἦσαν αἱ δαμάλεις εἰς Δὰν καὶ Βαιθήλ, καὶ τὰ τοῦ Βάαλ ἐγήγερτο τεμένη, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ κατὰ πᾶσαν ἐπράττοντο τῶν Σαμαρειτῶν τὴν χώραν. ἀδιαφορεῖ τοιγαροῦν κατὰ τοὺς χρόνους ἡ θεόπνευστος γραφὴ, ἢ καὶ, ὅπερ ἐστὶν ἀληθέστερον εἰπεῖν, οἱ ταύτην ἡμῖν διηρμηνευκότες· καθάπερ ἀμέλει καὶ αὐτὸ τὸ τοῦ Χροιστοῦ πρόσωπον διὰ τῆς Ἡσαΐου φωνῆς εἰσφέρεται λέγον, "τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας "μου εἰς ῥαπίσματα.” καὶ αὐτὸς δέ φησιν ὁ προφήτης περὶ αὐτοῦ “Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον "τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα "αὐτοῦ· ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ᾔρθη.” ὁρᾷς ὅπως τὸ ἐσόμενον ἐν καιροῖς ὡς ἤδη γεγενημένον ὁ τῆς προφητείας ἡμῖν εἰσκεκόμικε λόγος ; οὐκοῦν τὸ, Ἐκπορνεύουσα ἐκπορνεύσει η γῆ, ἀντὶ του, πεπόρνευκεν η γῆ, νοητέον. πεπορνευκε δὲ τίνα τρόπον ; Ἀπὸ ὄπισθεν τοῦ Κύρου, τουτέστι, τὴν ἀκολούθησιν ἀθετήσασα, ἢν ἂν ποιοῖτό τις, ὡς πρὸς Θεόν. γέγραπται γὰρ, ὅτι "Ὀπίσω τοῦ κυρίου πορεύσῃ,” τουτέστιν, ἀκολουθήσεις ἀμεταστρεπτὶ τοῖς ἄνωθεν καὶ παρὰ Θεοῦ νόμοις. πεπόρνευκε τοίνυν ἀπὸ ὄπισθεν τοῦ Κύρου, κατακολουθεῖν οὐκ ἀνεχομένη. γέγονε γὰρ ἀποστάτις καὶ βέβηλος, καὶ ταῖς τῶν εἰδώλων προστεθεῖσα λατρείαις προσκέκρουκε τῷ Δεσπότῃ. ταύτης οὖν ἕνεκα τῆς αἰτίας συνάπτεται τῆ Γόμερ ὁ προφήτης Ὡσηὲ, ὅτι πεπόρνευκεν ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυροῦ. μυστικοῦ γὰρ, ὡς ἔφην, πράγματος τύπος ἂν νοοῖτο τὸ δρώμενον. εἶτα τέτοκεν ἡ Γόμερ.