Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 13
Not analysed yet
Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ Βάδιξε, λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας. δέχεται δὲ τὴν Γόμερ, οὐχ ἡδυπαθείας εὕρεμα τὸ χρῆμα ποιούμενος, ἀλλ’ ὑπακοῆς καὶ διακονίας ἔργον ἀποπληρῶν, καὶ ὑπηρέτης τοῦ τύπου γινόμενος, ὃν αὐτὸν δὴ μάλα ἐροῦμεν, ἐν τοῖς σαρκικοῖς καὶ γεωδεστέροις διαμορφοῦντες, ὡς ἔνι, τὰ πνευματικά. αἰτιῷτο δ’ ἂν οἶμαί τις οὐκ ἐν κόσμῳ λοιπὸν τὸν τοῦ προφήτου σκοπόν. τὸ γὰρ ἑλέσθαι γαμεῖν, καὶ γυναίῳ συνάπτεσθαι, καὶ τέκνων ἐρᾷν, ὁ τῆς θεοπνεύστου γραφῆς οὐκ ἐξείργει λόγος· μᾶλλον δὲ μώμου καὶ διαβολῆς ἀπαλλάττει πανταχοῦ· "τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη "ἀμίαντος, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλουσι διαβιῶναι ὀρθῶς, καὶ τὸν ἐνάρετόν τε καὶ εὐσεβῆ κατορθῶσαι βίον, κἂν εἰ τέκνων γλίχοιντο γονῆς. διεβίω γὰρ οὕτως ὁ μακάριος Ἁβραάμ. γεγόνασι δὲ καὶ οἱ μετ’ αὐτὸν εὐδόκιμοι παρὰ Θεῷ. τί οὖν, εἰπέ μοι, τὸ ἄτοπον, ἢ πῶς ἂν ὅλως διαβεβλήσεται τὸ μὴ ἀνήνασθαι γάμον, Θεοῦ προστάττοντος γράφεσθαί τι τῶν πνευματικῶν καὶ ἀναγκαίων εἰς ὄνησιν τοῖς ἐντευξομένοις ἐν τοῖς σωματικοῖς τε καὶ αἰσθητοῖς ; φαίην δ’ ἂν ἑγωγε καταδείσας οὐδὲν, ὅτι καὶ σέσωκεν ὁ προφήτης τὴν Γόμερ. γύναιον γὰρ τὸ οὕτως αἰσχρὸν καὶ πολύκοινον, ἑνὶ πέπεικεν ἀνδρὶ προσκεῖσθαι μόνῳ, καὶ τὴν πάλαι καὶ αὐτὴν λυποῦσαν τὴν φύσιν· ὅτι μὴ τέκνων ὑπέκειτο γοναῖς, ἀλλὰ ταῖς τῶν προστυχόντων ἡδυπαθείαις πωλοῦσα τὴν ὥραν, πέταυρον ἦν θανάτου, καὶ θύρα καὶ ὁδὸς εἰς αὐτό που τὸ βαθὺ καὶ λοῖσθον καταφέρουσα σκότος· ἀποσχέσθαι πέπεικε τῶν οὕτω διεπτυσμένων ἐπ’ᾳσμάτων τε ἅμα καὶ ἐγχειρημάτων, καὶ τέκνων ἐποίει μητέρα σεμνήν. τὸ δὲ δὴ μὴ σφόδρα φροντίσαι τῶν κὰμ ἑαυτὸν, ἐξανύσαι γεμὴν ἑλέσθαι μᾶλλον τὸ ἑτέρῳ χρήσιμον καὶ ἀναγκαῖον εἰς σωτηρίαν, ἁγιοπρεπὲς ἂν φαίνοιτο καὶ ἀξιὰγαστον σπούδασμα. ἢ γὰρ οὐχ οὕτω καὶ ἐπαίνου παντὸς ἀξιώσομεν τὸν μακάριον προφήτη Ἡσαΐαν, εἰ τὸν χιτωνίσκον ἀποδὺς, ὑπολυσάμενος δὲ καὶ τὰ σανδάλια, καὶ ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν εὐκοσμίαν, περιεπάτει γυμνὸς, ἵνα τῆς ἐσομένης αἰχμαλωσίας τοῖς ἐξ Ἰσραὴλ παραδείξας τὸ σχῆμα, Θεῷ προσκεῖσθαι παρασκευάσῃ καὶ τὴν τῶν ἁμαρτιῶν ἀγαπῆσαι κατάληξιν ἀναπείσῃ λοιπόν ; τί δὲ, εἶπε μοι, καὶ ὁ σοφὸς ἡμῖν Παῦλος οὐκ ἔφασκεν ἐναργῶς “Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, "ὕπερ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα; οὐχὶ δὲ καὶ “τοῖς πᾶσι γενέσθαι τὰ πάντα φησὶν, ἵνα πάντως "τινὰς σώσῃ, καὶ γεγονέναι μὲν τοῖς Ἰουδάιοις ὡς Ἰουδαῖος, “τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὣν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος “Χριστῷ, ἵνα σώσῃ τοὺς ἀνόμους ; ”καὶ τί ἔτι ταῦτα λέγω, τὸ ἔτι μεῖζον ἀφείς ; ὅτι καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος, "οὐχ ἁρπαγμὸν ἡγή- "σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου “λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι “εὑρεθεὶς ὡς ἄνθρωπος, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο- νήσας.