Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 14-4
Not analysed yet
Oὐκ ἠπορηκότος ὁ λόγος· οὐ γὰρ ἃν ἠγνόησε Θεὸς τὸ τοῖς πλανωμένοις χρήσιμον· ἀλλ’ οὐδ᾿ ἃν ἠτόνησε πρὸς κατόρθωσιν τῶν ὠφελεῖν πεφυκότων τοὺς τοῖς διαβολικοῖς ἐναλόντας βρόχοις· ἐπαιτιᾶται δὲ μᾶλλον ὡς ἐλλελοιπότος μὲν αὐτοῖς τῶν πρὸς θεραπείαν οὐδενὸς, ἐθελουσίοις δὲ μᾶλλον ἐκκεκλικότας ὁρμαῖς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν· Ποῖος ἄρα φειδοῦς καὶ ἐπικουρίας οὐκ ἐξηύρηται τρόπος; καὶ τί μετ’ ἐκεῖνα ποιήσω; ἀποκρούσῃ δὲ ὅπως τὴν ἀρρωστίαν; ἢ ποίοις λοιπὸν ὑγιασθήσῃ φαρμάκοις; ἐξῆν μὲν γὰρ ὑμῖν, ὡς νεφέλης καταπιαινούσης, καὶ σφόδρα πλουσίως, καὶ ὡς καταρδούσης δρόσου τῆς ἑωθινοῦ, μεταλαχεῖν δύνασθαι, καὶ τοῦτο ἀμφιλαφῶς, τῆς ἐμῆς ἡμερότητος καὶ ἀσυγκρίτου φιλανθρωπίας· ἀλλ’ οὐδενὸς τὸ χρῆμά φησιν, ἠξιώσατε λόγου· παρ’ οὐδὲν πεποίησθε τὴν οὕτω σεπτὴν καὶ πολύευκτον χάριν.