Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 15-4
Not analysed yet
Αρμόσειε δ’ ἂν ὅτι μάλιστα τῆ διὰ Χριστοῦ δωρεᾷ τῆς προφητείας ἡ δύναμις. αὐτὸς γάρ ἐστιν ἡ κατάρδουσα νεφέλη, ἡ καταπιαίνουσα δρόσος· ἑωθινὴ δὲ, ὅτι μετὰ νύκτα τρόπον τινὰ, τὴν ὡς ἐν ἀχλύι καὶ σκότῳ νοουμένην διαβολικῷ, καταπεφοίτηκεν οὐρανόθεν· ἀφῖκται γὰρ ἄνωθεν καὶ παρὰ Πατρὸς πρὸς ἡμᾶς ὁ Λόγος· πορευομένη δὲ, ὅτι κατὰ πάσης ἔρχεται τῆς ὑπ’ οὐρανόν. πλατὺ γὰρ λίαν τὸ σωτήριον κήρυγμα, καὶ ἁπάσης τῆς ὑπ’ οὐρανὸν μονονουχὶ κατευρύνεται, καίτοι τοῦ νόμου συνεσταλμένου τρόπον τινὰ, καὶ μόνην τὴν Ἰουδαίων περιπολοῦντος χώραν. “Γνωστὸς μὲν γὰρ ἦν “ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· c ἔγνωκε δὲ ἡ σύμπασα τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τουτέστι Χριστόν.