Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 14-5
Not analysed yet
Ἀλλ’ ἴσως ἐρεῖ τις· εἶτα πῶς τοῦτο λελύπηκεν ἃν τοὺς ἐξ Ἰσραὴλ, εἰδωλολατρεῖν ἑλομένους ; πρὸς ταῦτά ὅτι πεπλάνηνται μὲν ὁμολογουμένως, ἀλλ’ ἦν τις αὐτοῖς κατὰ νοῦν ἔτι μικρὰ τοῦ νόμου φροντὶς, καὶ τῶν Ἰουδαΐκῶν ἐθῶν οὐκ ἀπώλισθον παντελῶς, καίτοι προσκυνοῦντες ἐν τοῖς τῶν εἰδώλων ναοῖς. ταύτῃτοι καὶ ὁ μακάριος προφήτης Ἠλιοὺ, ὡς δυσὶν ἰγνύαις ἐπιχωλεύοντας κατῃτιᾶτό ποτε, καὶ μήτε τῷ Βάαλ ὁλοτρόπως, μήτε μὴν Θεῷ τελείως προσκῖσθαι βεβουλημένους. οὐκοῦν γεγονὼς αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀποβέβληκε παντελῶς τὴν εἰς τὸν νόμον αἰδὼ, τοῖς τῶν κρατούντων ἔθεσί τε καὶ νόμοις, ὡς ἐξ ἀνάγκης ἑπόμενος. καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ἔφη Χριστὸς, ὅτι “Παωτὶ “τῷ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ “μὴ ἔχοντος, καὶ ο δόκει ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ.