Ancient Greek · ~2 min
15 to 16
Cyrillus Theol., In XII Prophetas 15-5-16
Not analysed yet
Δεῖ δὴ οὖν ἄρα τῶν θείων ἡμᾶς χαρισμάτων μὴ καταφρονεῖν· ἀλλ’ ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, πλεῖστον ὅσον ποιεῖσθαι λόγον· πεφροντικόσι μὲν γὰρ ἐμφιλοχωρήσει τὸ χάρισμα· εἰ δὲ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες περὶ αὐτὸ γινοίμεθα, καὶ αὐτὸ δὴ πάντως ἀποπτήσεται. Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αμτόν, καὶ ῷκοδόμγσαν τεμένη· καὶ Ἰούδας ἐποίησε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ Θενέλια αὐτῶν.