Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 15-11
Not analysed yet
Απειλι δὴ πάλιν ἐπάγειν αὐτοις ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆ- σαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώκασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ ’δε γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἄσσυρίοις καὶ ἐπὶ τὰς χώροις τῆς Αἰγύπτου. καὶ Ἄζωτος Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περσῶν καὶ Μηδῶν πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ’ ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεγὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτη τῶν βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἃν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν.