Ancient Greek · ~14 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 16.1-2
Not analysed yet
Bεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Μανασσῆς, ὃς Ἐζεχίου μὲν ἦν υἱὸς, ἑτερότροπος δὲ λίαν καὶ τῆς τοῦ πατρὸς εὐσεβείας ὡς ἀποτάτω. γέγονε γὰρ ἀνὴρ πονηρὸς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὔκολος, βδελυρὸς καὶ εἰδωλολάτρης, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις οὐ μετριως προσκείμενος. οὕτος ἀνεδείματο βωμοὺς καὶ τεμένη τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκείνου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας “Ἰδοὺ Ἴδου ἐγὼ ἐπάγω ἐπὶ ’τον λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αυτα, “ἠχήσει ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.” ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, τῆς του πατρὸς φαυλότητος ἀποδέων οὐδέν τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ’ ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων. αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ‘Ιεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινίζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω “Θυσια- “στήριον θυσιαστήριον τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται “τῷ οἴκω Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ “τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ “ἀνθρώπων κατακαύσει ἐπὶ σέ.” βεβασιλευκὼς γὰρ ὁ Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμάλεων, ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ’ αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων Δεσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ’ αὐτῷ προαπηγγελμένα. ἡ δὲ πρὸς αὐτούς “Τάδε τάδε λέγει Κύριος “ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς “πρὸς με Τάδε λέγει κύριος Ἴδου ἐπάγω κακὰ ἐπὶ τὸν “τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῶ πάντας “τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, “ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως “παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ “ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ “σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- “λαντα ὑμᾶς ζητῆσαι τὸν κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν “Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς “ἤκουσας, ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης “ἀπὸ προσώπου κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν “τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῶ, τοῦ εἶναι εἰς “ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου “καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- “ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας “σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ “ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς “ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- “κοῦντας αὐτόν.”