Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 15-3
Not analysed yet
Γεγραφὼς τὰς αἰτίας τῆς εἰς τὸ πλῆθος ὀργῆς, μεταβιβάζει τὸν δόγον ἐπὶ τὸ τάγμα τὸ ἑρόν. ἁρμόσειε δ᾿ ἂν ὥς γε οἶμαι τῷ λόγῳ, καὶ τὸ ἀρτίως ἡμῖν εἰρημένον, “Τὴν δόξαν “αὐτῶν εἰς ἀτιμίαν θήσομαι.” δόξα μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡ περίοπτος ἱερωςύνη, καὶ τὸ προῦχον ἐν αὐτῇ καὶ ἅγιον γένος, τουτέστι τὸ λευΐτικον· ἐβαςίλευον μὲν γάρ τινες ἐκ τῆς Ἰούδα φυλῆς, ἀλλ᾿ ἦν ἐν δευτέροις τῆς ἱερωςύνης καὶ πολὺ λίαν ἐν μείοσι τὰ ἀνθρώπινα. δόξα δὴ οὖν τῆς Ἰουδαίων Συναγωγῆς, τὸ ἱερόν τε ἐστὶ καὶ ἀπόλεκτον γένος. περιβληθήσεται τοίνυν ἀτιμίᾳ φηςὶ, καὶ μεταχωρήσει πρὸς τὸ ἀκαλλές. καὶ διὰ ποίαν αἰτίαν; ὅτι τῶν σφίσι πρεπωδεστάτων ὁλιγωρήσαντες παρεκομίζοντο πρὸς ἀπόστασιν. οὐ τετηρήκασι τὴν ἑαυτῶν ἀρχὴν, οὐκ ἔγνωσαν τῆς ἱερωςύνης τὸν τρόπον, οὐκ ἐνενόησαν ὅτι ἀμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς αδικίαις αὐτῶν λήΨονται τὰς Ψυχὰς αὐτῶν.