Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 16-3
Not analysed yet
Ἐπειδὴ δὲ πλείσην τὴν ἀσάφειαν ἔχει ὁ λόγος, φέρε πάλιν, ὡς ἔνι, λέγωμεν τὸ ὅπως ἂν αὐτὸν νοεῖσθαι πρέποι. χίμαρος τοίνυν ἐξ αἰγῶν ὑπὲρ ἁμαρτίας ἐσφάετο· ταύτης τε ἕνεκα τῆς αἰτίας ἐκαλεῖτο καὶ ἁμαρτία τὸ θῦμα. ἀλλὰ προςάγοντες τῷ θυσιαστηρίῳ τὸν χίμαρον οἱ κατὰ καιροὺς ἱερεῖς, ἀνέφερον μὲν τὰ ἐνδόσθια καὶ τὴν πιμελὴν, ἤσθιον δὲ τὸ λοιπὸν αὐτοὶ, τοῦτο τοῦ θείου προστάττοντος νόμου. οὐκοῦν μεςίτης ὥσπερ ὁ ἱερεὺς Θεοῦ καὶ ἀνθρώπων παραλαμβάνεται, δεχόμενος μὲν τὰς παρὰ τῶν λαῶν δωροφορίας, καὶ συμμεριζόμενος τῷ θυσιαστηρίῳ, καθὰ γέγραπται· ἑαυτὸν δὲ ὥσπερ ἱερουρυῶν ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἱησοῦς ὁ Χριστός. ὅτι δὲ ἀληθὲς ὅ φημι, αὐτὸν παραθήσω τὸν ἐπὶ τῷ χιμάρῳ νόμον. ἔχει δὲ οὕτως “Καὶ τὸν χίμαρον τὸν “περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυςῆς, καὶ ὅδε “ἐμπεπύριστο. καὶ ἐθυμώθη Μωυςῆς ἐπὶ Ἐλεάζαρ καὶ “Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους λέγων “Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; “ὅτι γὰρ ἅγια ἁγίων ἐστὶ, τοῦτο δέδωκεν ὑμῖν φαγεῖν, ἵνα “ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε “περὶ αὐτῶν ἔναντι Κυρίου.” ὁρᾷς ὅπως μεσιτεύουσι τὰ ὑπὲρ τῶν ἁμαρτιῶν ἐσθίοντες οἱ τῷ θείῳ θυσιαστηρίῳ παρεστηκότες, καὶ καθαρωτάταις λιταῖς τὴν ἐπὶ τοῖς ἁμαρτάνουσιν ὀργὴν κατευνάζοντες, καὶ μονονουχὶ τὰς ἰδίας ψυχὰς ὑτὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων εἰς ὀσμὴν εὐωδίας καθιεροῦντες θεῷ; καθάπερ ἀμεέλει καὶ ὁ θεσπέσιος Ἀαρὼν, ἀρχομένου θραύσεθαι τοῦ λαοῦ. γέγραπται γὰρ ὡδί· τὸ πυρεῖον ἁρπάσας, καὶ ἐπιθεὶς τὸ θυμίαμα, “ἔστη, φησὶν, “ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζύντων, καὶ ἐκόποασεν “ἡ θραῦσις.” οὕτω μεσιτεύων καὶ ὁ μακάριος Μωυσῆς, ἐξεδυσώπει θεὸν, μεμοσχοποιηκότων κατὰ τὴν ἔρημον τῶν ἐξ Ἰσραήλ· ἑαυτὸν γὰρ ὥσπερ ὑπετίθει τῇ δίκῃ, παρακαλῶν τε καὶ λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, “ἐξάλειψον κἀμὲ ἐκ τῆς βιβλου ταύτης ἧς ἔγραψας.”