Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 16
Not analysed yet
Ἐν τούτοις ἡμῖν ὁ λόγος διττὴν ὠδίνει τὴν θεωρίαν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ παρά τισιν, ἧς ἀναγκαῖον ἐπιμνησθῆναι νῦν διά γε τὸ ἀκριβές· ὀνίνησι γὰρ οὐ μετρίως, τὸ ἀμφοῖν ἡμᾶς ἐπιμνησθῆναι τοῖν λόγοιν. ἡ μὲν οὖν καθ’ ἡμᾶς ἔκδοσις, τουτέστιν, ἡ τῶν ἑβδομήκοντα, Καὶ έκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα. ἡ δὲ ἑτέρα φησί, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. καὶ εἰ μὲν οὕτω νοεῖν ἕλοιντό τινες, ἱστορικωτέραν ἀνάγκη ποιεῖσθαι τὴν ἀφήγησιν. ἕχει δὲ οὕτως·