Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 17
Not analysed yet
Γέγονε μὲν Ἀχαὰβ βασιλεὺς ἐν Ἰσραὴλ, ὁ καὶ σύνοικον ἔχων τὴν Ἰεξάβελ. ἐπειδὴ δὲ ἐζήτει τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, ὁ δὲ πρὸς τοῦτο ἀπήντα, λέγων, "Μῆ μοι γένοιτο δοῦναι “ἀμπελῶνα πατρός μου σοί.” πεφόνευται, ταῖς Ἰεξάβελ δυστροπίαις περιπεσών. ἐπειδὴ τοίνυν πεφόνευτο, κεκληρονόμηκεν Ἀχαὰβ τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, προσέκειτο δὲ καὶ ἑτέρως ταῖς τῶν δαιμόνων λατρείαις, καὶ τοῦτο ἐκτόπως, ἠγανάκτει λοιπὸν ὁ τῶν ὅλων Θεός. εἶτα προστέταχεν Ελισσαιὲ τῷ προφήτῃ χρῖσαι τὸν Ἰηοῦ, βασιλέα ἐπὶ τὸν Ισραήλ. ἀποστείλας δὲ τὸ παιδάριον ὁ προφήτης, τὸ θεῖον ἐπλήρου θέσπισμα. εἶτα κεχρισμένος Ἰηοῦ, κάτεισιν ἐν Σαμαρείᾳ, καὶ τὸν θεῖον ἐπὶ τοῖς λελυπηκόσιν ἐπλήρου θυμόν. ἀπεκτονὼς γὰρ τὸν Ἀχαὰβ, ἕῤῥιψεν ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαί. εἶτα μετὰ τοῦτο τὴν Ἰεξάβελ, ἀνῄρηκε δὲ καὶ ἑβδομήκοντα τοῦ Ἀχαὰβ υἱοὺς, τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν Σαμάρειαν. προσετίθει δὲ τούτοις καὶ τὸν Βάαλ. ἐνἐἰεράελλ] πρῆσε γὰρ τὰς στήλας αὐτοῦ, καὶ κατέσεισε τὰ τεμένη, καὶ αὐτοὺς ἀποσφάττει τοὺς ἱερεῖς. ἐπὶ τούτοις αὐτὸν ἀποδέχεται Θεός· καὶ δὴ καὶ ἐπαγγέλλεται, λέγων, ὅτι “υἱοὶ τέταρ- "τοι καθήσονται ἐπὶ θρόνου σου. ἁλλ’ ὁ οὕτως γεγονὼς εὐδόκιμος Ἰηοῦ προσκέκρουκεν οὐδὲν ἧττον Θεῷ. οὐ γὰρ περιεῖλε τὰς δαμάλεις, κατεφωρᾶτο δὲ καὶ αὐτὸς ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ ἀνοσίως πεπορευμένος. εἶτα γέγονεν ἐξ Ἰηοῦ, πρῶτος Ἰωάχας, ἀνὴρ καὶ αὐτὸς εἰδωλολάτρης, καὶ ταῖς δαμάλεσι προσκυνῶν. ἀλλ’ ἐν τοῖς καιροῖς αὐτοῦ, Φησὶν, “ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἔδωκεν “αὐτοὺς ἐν χειρὶ Ἀξαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ Ἅδερ “υίοῦ’ δεύτερος ”δεύτερος ἐξ Ἰωάχας βεβασίλευκεν Ἰωάς. καὶ οὗτος ἀνὴρ πονηρός. τρίτος Ἱεροβοὰμ, οὗ καὶ βασιλεύοντος ἄρχεται τῆς προφητείας Ὠσηέ. τέταρτος Ἀξαρίας ἐξ Ἱεροβοὰμ, καὶ αὐτὸς εἰδωλολάτρης· τοῦτον ἀπέκτεινεν ὁ Σελούμ. Οὑκοῦν ἐπειδήπερ κέχριστο μὲν ὁ Ἱηοῦ, ἵνα ἐκδικήσῃ τὸ αἷμα τοῦ Ναβουθαὶ, ὃς ἦν ἐξ Ἰεσράελ. πόλις δὲ αὕτη τῆς Σαμαρείας· καὶ ἵνα τὴν τοῦ Ἰσραὴλ εἰδωλολατρείαν περιελὼν, λοιπὸν ἀναπείσῃ προσκεῖσθαι Θεῷ, εἶτα γέγονε καὶ αὐτὸς τῶν δαμάλεων προσκυνητὴς, δυσσεβεῖς δὲ οὐδὲν ἧττον οἱ ἐξ αὐτοῦ γεγόνασι παῖδες, ἐκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. ὥσπερ γὰρ ἐκδεδίκηκεν ἐκ τοῦ οἴκου τοῦ Ἀχαὰβ διὰ τῆς Ἰηοῦ βασιλείας, οὕτως ἐκδικήσει καὶ ἐκ τοῦ οἴκου Ἰηοῦ. ἐν γὰρ ταῖς ἡμέραις τῶν υἱῶν αὐτοῦ πεπολέμηκεν Ἀξαὴλ βασιλεὺς Συρίας, καὶ μέντοι καὶ Ἅδερ, καὶ νενικήκασι τὸν Ἰσραὴλ, πλείστας δὲ ὅσας τῶν ἐν Σαμαρείᾳ πεπορθήκασι πόλεις. τίκτεται τοίνυν τῷ προφήτῃ παιδίον, ᾧ καὶ ὄνομα τὸ Ἰεσράελ. οἱονεί πὼς Θεοῦ τὴν ἐπὶ τῷ Ναβουθαὶ γενομένην ἁμαρτίαν ἀναμιμνήσκοντος· ἀνδρὸς γὰρ δικαίου καὶ εὐλαβοῦς ἀδίκως ἀνῃρημένου, πῶς ἃν ἠρέμησεν ὁ τῶν δικαίων προστάτης; συντρίψειν οὖν ἐπαγγέλλεται τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῆ κοιλάδι τοῦ Ἰεσπάελ. νενίκηνται γὰρ, ὡς ἔφην, ὑπό τε τοῦ Ἀζαὴλ καὶ μέντοι τοῦ Ἄδερ αἱ φυλαὶ τοῦ Ἰσραήλ.