Ancient Greek · ~7 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 16-9
Not analysed yet
Διὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ “Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς “ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· “διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας “ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας “ὑμῶν οὐκ ἐπιβλέψομαι.” ἵνα γὰρ φαίνηται σεσωκὼς αὐτὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμη διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀντέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προβαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τούτων ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ’ ἑκάστῳ τυχὸν τῶν τεθεσπισμένων, “Ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ Θεός σου εἰς “τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι,’ ποιήσεις τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν τεσσαρακονταετεῖ καθ’ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ’ ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνεγκατε μοι ἐν τῇ ἐρήμῳ τεσσαρακοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ’ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν “Οὐκ μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς “ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ.” αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλοπρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ αστρον τού Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον.