Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 17-12
Not analysed yet
Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος κεραὴ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες “Ποίησον ἡμῖν θεοὺς “οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τι γέγονεν αὐτῷ. μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ερημον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράττοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἃν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων.