Ancient Greek · ~10 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 17-11
Not analysed yet
Καί πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων Δεσπότης τὸν τῆς βασιλείας αὐτοῦ καιρον· ήσαν δἐ τρίακοντα τε ἔτη καὶ ἔν. ἐν δἐ γε τῳ λοισθῳ καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει πανστρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν Ιουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλίζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καἴ δεσμεύσας εἶχεν ἐν Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ιωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῆ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ιωακεὶμ, ἀνέβη Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληίζοντο γῆν. γέγραπται γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις “Τότε ἤρξατο “η γη φορολογεισθαι του δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα “Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον “καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ “Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ “βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- “λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου “ἐκ ‘Ραμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ “πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις “αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν “γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τριά καὶ ἀπέστη ἀπ’ “αὐτοῦ. καὶ ἀπέστειλε κύριος ἐπ’ αὐτοὺς τοὺς Χαλδαίους, “καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν “Ἀμμὼν καὶ τῆς Σαμαρείας.”