Ancient Greek · ~7 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 17-10
Not analysed yet
Τύριοι δὲ πάλιν πρὸς τοῖς ἀπὸ τῆς Δαμάσκου, καὶ μέν τοι καὶ Ἀζωτίοις, Γαζαίοις τε καὶ Ἀσκαλωνίταις, καὶ τοῖς ἐξ Ἀκκαρὼν τὴν Θεῷ πρέπουσαν ἀνεξικακίαν ὑπεραλόμενοι, καὶ τρόπον τινὰ νενικηκότες ταῖς τῶν ἀσεβημάτων ὑπερβολαῖς, ὑπενεχθήσονται ταῖς ὀργαῖς, κατά γε τὸν τοῦ χρησμῳδήματος νοῦν, καὶ ποινὴν ὑπομενοῦσι τὴν ἁπασῶν ἐσχάτην. ἐπίκλημα δὲ αὐτοῖς, ὅτι τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν συνεκλεισαν εἰς τὴν Ἰδουμαίαν, καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδελφῶν διαθηκης. τίς μὲν οὖν ἡ αἰχμα- λωσία τοῦ Σαλομῶν, ἀποχρώντως ἡμῖν διέδειξεν ὁ λόγος· συνεκλείσθη δὲ ὅπως εἰς τὴν Ἰδουμαίαν καὶ πρός γε Τυρίων, εἰπεῖν ἀναγκαῖον. ἐξανδραποδισάμενοι γὰρ οὐκ εὐαρίθμητον πληθὺν τῶν ἐξ Ἰούδα καὶ Ἰσραὴλ, καταπεπράκασιν Ἰδουμαίοις, οἱ δὲ τοὺς ἐξ αἵματος ἀδελφοὺς καὶ ἄνωθεν ἐλευθέρους ἐν δορικτήτων μοίρᾳ πεποιημένοι, καὶ πικρῷ δουλείας κατέθλιβον ζυγῷ, καὶ τοῖς Ἑλλήνων νόμοις κατεβιάζοντο ζῆν, μονονουχὶ κατακερτομοῦντες οἱ δείλαιοι τὴν τοῦ Θεοῦ δόξαν, ὡς μήτε τὴν ἐκ πατέρων αὐτοῖς ἐλευθερίαν τηρήσαντος, μήτε μὴν ἰσχύσαντος παρασχεῖν τὸ ἐν καλῷ κεῖσθαι τῆς εὐημερίας. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησὶ, τοὺς συγκλείσαντας εἰς τὴν Ἰδουμαίαν τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν, οὐ μετρίως κατ’ αἰτιῶ μένος. “Καὶ “τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία “ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτε μοι, ἢ “μνησικακεῖτε ὑμεῖς ἐπ’ ἐμοί; ὀξέως καὶ ταχέως ἀνταπο- “δώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ’ “ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ “ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς “ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπ- “έδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ “τῶν ὁρίων αὐτῶν.’’ ὅριον δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, σωματικὸν μὲν ἡ Ἰουδαία, ψυχικὸν δὲ ὁ νόμος, ὧν ἔξω γεγόνασι τοῖς τῶν Ἑλλήνων υἱοῖς ἐκτόπως καταπωλούμενοι. δεδράκασι δὲ τοῦτο Τύριοι τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδεφῶν διαθάχης.