Ancient Greek · ~8 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 18-10
Not analysed yet
Νοοῖτο δ’ ἂν πρὸς ἡμῶν καὶ τοῦτο τριχῆ. τίνες γὰρ οἱ ἀδελφοὶ, τίς δὲ καὶ ἡ διαθήκη, φέρε λέγωμεν, ἐκ τῶν ἱερῶν γραμμάτων εἰς ἐννοίας τὰς ἐπὶ τούτῳ χειραγωγούμενοι. Χειράμ ὁ Τυρίων κατὰ καιροὺς βεβασιλευκὼς, τῶν ὅτι μάλιστα φιλαιτάτων ἦν τῷ θεσπεσίῳ Δαυείδ· εἶτα μετ’ ἐκεῖνον τῷ Σαλομῶν γέγονεν ἀγαπητὸς, ὡς καὶ συνθήκας ὁμοψυχίας ποιήσασθαι πρὸς αὐτὸν, συμπράξαι τε πρὸς ἅπαντα αὐτῷ, καὶ φροντίδα τὴν δέουσαν συνεισενεγκεῖν τὸν θεῖον ἀποτελοῦντι ναόν. καὶ πλεῖστα μὲν ὅσα προσκεκόμικε δῶρα, κεκέρδακε δὲ καὶ αὐτὸς τὰ ἔτι μείζω καὶ πλουσιώτερα. ἢ τοίνυν ἐκεῖνό φησιν, ὅτι Τύριοι πεπολεμήκασι τὸν Ἰσραὴλ, ἀμνημονήσαντες διαθήχης τῶν ἐξ ἀγαπήσεως ἀδελφῶν, καὶ εἰς τοῦτο λοιπὸν διαθέσεως καὶ φιλοστοργίας συνενηνεγμένων, ὡς δοκεῖν εἰναι καὶ ὁμαίμονας· ἤγουν ὅτι γεγονότες ἐξ Ἡσαῦ Ἰδουμαῖοι, ἀδελφοὶ μὲν ἦσαν τοῖς ἐξ Ἰσραὴλ, πεπολεμήκασι δὲ, τῆς τῶν ἀδελφῶν διαθηκης ἠφειδηκότες. πεφρόνηκε μὲν γὰρ ἐχθρὰ καὶ τὰ πολεμίων ὁ Ἡσαῦ κατὰ τοῦ Ἰακὼβ, τῶν πρωτοτοκίων ἕνεκα λελυπημένος ἐν ἀρχαῖς· ἀλλ’ ἐκ τῆς λαβὰν ἑστίας ἀπαίροντι κατὰ καιροὺς, καὶ οἴκοι πάλιν ὑπονοστῆσαι ἐθέλοντι γυναιξί τε ὁμοῦ καὶ τέκνοις, συνήντησεν ὡς ἀδελφός. κατησπάσαντο γὰρ ἀλλήλους καὶ περιέφυσαν, καὶ τὰ φίλοις πρέποντα λελαλήκασι, καὶ τὴν ἀρχαίαν πατοῦντες διαφορὰν, ὁμονοίας καὶ εἰρήνης πεποίηνται διαθήκας. ἀλλ’ ἐκεῖνοι μὲν ἐν τούτοις. Τύριοι δὲ τῆς τῶν ἀδελφῶν διαθήκης ἀμνημονήσαντες, τὰ γένη συνέβαλλον, καὶ δούλους ἔχειν ἀνέπειθον τοὺς ἐξ αἵματός τε καὶ ἀδελφοῦς, ταῖς παρὰ σφῶν συμπνοίαις πολὺ λίαν εὐσθενεστέρους τῶν κεκρατηκότων ἀποφήναντες Ἰδουμαίους. εἰ δὲ δή τις καὶ ἐπ’ αὐτῶν τοῦτο λέγοι τῶν Μωαβιτῶν, οἳ ἐξ αἵματος ἦσαν τοῦ Λὼτ, ὅτι λελυπήκασι Τύριοι διαθηκην ἀδελφων, δῆλον δὲ ὅτι τὴν ἐξ Ἀβραὰμ πρὸς τὸν Λώτ. ἐπειδὴ γὰρ οἱ ἀμφοῖν ἐμαχέσαντο ποιμένες, “Εἶπέ φησιν Ἁβρὰμ τῷ Λώτ “Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν “ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἀν- “θρωποι ἀδελφοὶ ἡμεῖς ἐσμέν.’ ἐμπρησθήσεσθαι δὴ οὖν ταύτῃτοι δικαίως φησὶν αὐτὴν, καὶ ἐξ αὐτῶν κατασεισθή- σεσθαι βάθρων. τὸ γάρ “Οὐκ ἔση μετὰ πλειόνων ἐπὶ κακίᾳ” χρησιμον πανταχῆ.