Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 17-5
Not analysed yet
Ἀμφοτέραις ἐπιπλήττει ταῖς βασιλείαις, τῆ τε ἐν Σαμαρείᾳ φημὶ, καὶ τῇ τοῦ Ἰούδα, τουτέστι, τῆ οὔσῃ κατὰ τὴν Ἱερουσαλήμ. τί γὰρ ἄμφω δεδράκασι, καταθρῆσαί τε ἅμα καὶ εἰπεῖν ἀναγκαῖον. προσδοκωμένου γὰρ ἔσεσθαι τοῦ πολέμου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐταῖς ἤδη γεγονότος ταῖς θύραις τοῦ δείματος, δέον αὐτοὺς τούς τε ἐν τῆ Σαμαρείᾳ, καὶ τοὺς βασιλεύοντας ἐκ φυλῆς Ἰούδα, τὴν παρὰ Θεοῦ τοῦ σώζοντος ἐπικουρίαν ζητεῖν, εἰς ἐκτόπους καὶ ἀνωφελεῖς ἐτράποντο γνώμας καὶ, ταῖς μεταγνώσεσι θεραπεύειν ὀφείλοντες, κατηρέθιζον ἐφ’ ἑαυτοῖς καὶ ἔτι μειζόνως τὸν τῶν ὅλων κρατοῦντα Θεόν. ὁ μὲν γὰρ Ἰσριιὴλ, τουτέστιν αἱ δέκα φυλαὶ καὶ οἱ τούτων ἀνημμένοι τὸ κράτος, ὡς λελυπημένοις τοῖς δαίμοσιν ἤγουν ἀποστῆσαι δυναμένοις τὴν ἅλωσιν, καὶ τὰς τῶν πολεμίων ἀνατρέψαι φάλαγγας, καὶ πλείονας ἔτι τὰς θεραπείας προσῆγον· ἐκμειλισσόμενοι δὲ ὥσπερ, καὶ καθιστάντες εὐμενεῖς, ῷκοδ'ομουν τεμένη, καὶ βωμοὺς δὲ ἐναπετίθεντο, καὶ πλείοσιν ἔτι θυσίαις ἐτίμων· ὁ δέ γε Ἰούδας ὀχυρωτέρας ἐποίει τὰς ἑαυτοῦ πόλεις, λίθοις μᾶλλον ἐπιθαρσήσας, οὐ Θεῷ, καίτοι λέγοντι σαφῶς περὶ τῆς Ἱερουσαλὴμ, ὅτι “Ἐγὲ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, “καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.’’ ἀλλ’ οὐδὲν μὲν ὤνησε τὸ χρῆμα τὸν Ἰσραήλ· πῦρ δὲ ταῖς πόλεσιν ἐπαφήσειν ταῖς Ἰούδα, λοιπὸν ἐπηπείλει ὁ Θεός, καταπιμπράντων αὐτὰς δηλονότι τῶν Βαβυλωνίων, οἳ τῆς εἰς αὐτοὺς ὀργῆς γεγόνασιν ὑπουργοί. διασώσει δὴ οὖν παντελῶς οὐδὲν τὸν Θεῷ προσκρούοντα· καὶ ζημία μὲν ὁμολογουμένως καὶ ἀμαθίας ἔγκλημα λοιπὸν, μᾶλλον δὲ δυσσεβείας τῆς ἀνωτάτω, τὸ ταῖς τῶν δαιμονίων ἐπιθαρσῆσαι δυνάμεσι· Θεοῦ δὲ λελυπημένου καὶ παραλύοντος, οὐδὲν ἧττον ἀμαθὲς τὸ γηίνοις ἐπικουρήμασι διαπαίζεσθαι. δεῖ δὲ δὴ μᾶλλον εὐχαῖς τε καὶ μεταγνώσεσιν ἀποκρούεσθαι τὴν ὀργήν· ἔστι γὰρ ““οἰκτίρ- “μῶν καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γεγραμμένον.