Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 17-8
Not analysed yet
᾿Εκδέξεται δέ τις, εἴπερ ἕλοιτο νοεῖν καὶ πνευματικῶς, καὶ ἐπ’ ἀνθρώπων ἁμαρτωλῶν τὰ τοιάδε πάλιν· οἷς εἰς νοῦν καὶ καρδίαν ὡς ἐν ἀκρίδος τρόπῳ καὶ βρούχου, καὶ μέντοι καὶ κάμπης εἰσδύεταί πὼς ἀεὶ τὰ πονηρὰ δαιμόνια, καὶ αὐτὰ δὲ τὰ πολυειδῆ καὶ πολύτροπα πάθη, καὶ δὴ καὶ ἀχρείους καὶ ἀκαλλεστάτους ὁρᾶσθαι ποιεῖ, καὶ τῆς εὐσεβείας τὴν ἄνθην ἀποβεβληκότας, καὶ οὐδὲν ἔχοντας ἐν ἑαυτοῖς δικαιοσύνης βλάστη μὰ. φαίην δ’ ἃν, ὅτι πρέποι ἃν αὐτοῖς τὸ κλαίειν ἀκαταλήκτως, καὶ κατολοφύρεσθαι πρὸς Θεόν· γλίχεσθαί τε τυχεῖν διὰ συχνῆς προσευχῆς ἀφέσεως καὶ ἐπικουρίας, ὡς ἃν εἶεν, κἂν γοῦν ὀψέ ποτε καὶ μόλις, σοφοί τε καὶ εὐσθενεῖς, καὶ διαδιδράσκειν οἷοί τε τὰ συμβεβηκότα. πάθοιεν δ᾿ ἃν αὐτὸ, καὶ ὅτι μάλιστά γε, καὶ οἷς ὁ νοῦς ἐκκέκλικεν ἀμαθῶς εἴς γε τὸ χρῆναι προσέχειν τοῖς ἑτεροδοξεῖν εἰωθόσι καὶ τὰ ὀρθὰ τῆς ᾿Εκκλησίας παραλύειν δόγματα, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως Οἱ οδόντες αὐτῶν ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτῶν σκύμνου· θεομισὲς γὰρ τὸ ἔθνος, κίβδηλόν τε καὶ ἁλιτήριον, καὶ τῶν ἁπλουστέρων τὸν νοῦν τοῖς δοκησισόφοις ῥήμασι κατεσθίον τε καὶ ἀναλίσκον, ὡς μηδὲν ὀρθότητος ἐν αὐτοῖς ὁρᾶσθαι λείψανον. οὗτοι τὸν δεσποτικὸν ἀμπελῶνα καταμαραίνουσι, συκῶν ἔρημον ἀποφαίνουσι τὸν κῆπον, ψιλόν τε δεικνύουσι καὶ κεχερσωμένον, “Οἷς τὸ “κρῖμα οὐκ ἀργεῖ, ἀλλ’ “ἔνδικόν ἐστι” κατὰ καιρούς.