Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 18-8
Not analysed yet
Οἱ μὲν οὖν ἀμαθίᾳ συζῆν εἰωθότες, ἀκρίδος καὶ βρούχου καὶ κάμπης ἔσονται τροφὴ, καὶ ἁπάσης εὐκοσμίας ἀπομενοῦσιν ἔρημοι, εὐανθὲς δὲ ὅλως οὐδὲν ἐν αὐτοῖς· ἡ δέ γε σοφὴ καὶ φιλόθεος ψυχὴ, καὶ τοῖς τῆς ἀληθείας δόγμασι κομῶσα πλουσίως, καὶ καρποῖς τοῖς εἰς δικαιοσύνην μονονουχὶ βρύουσάν τε καὶ εὖ μάλα περιηνθισμένην ἔχουσα τὴν καρδίαν ἐρεῖ που πάντως ἐκ παρρησίας, κατά γε τὴν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων νοουμένην νύμφην “καταβήτω ἀδελφιδοῦς “μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐ- “τοῦ.’’ ἡδεῖς γὰρ ἡδεῖς τῆς εὐσεβείας οἱ καρποὶ, καὶ τὰ τῆς ἀληθοῦς φιλομαθείας ἀκρόδρυα τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ, ὅς ἐστιν ἡμῶν καὶ ἀδελφιδοῦς, οἷον ἐξ τῆς ἁγίας παρθένου γεγεννημένος.