Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 18-2
Not analysed yet
Ὁρᾷς ὅπως ἠπείλησε τὴν ἀφαίρεσιν τῶν κατευφραίνειν εἰδότων, καὶ τοῦτο χρηςίμως. ὥσπερ γὰρ τὸ ἀποτραχύνεσθαι τοῖς σκόλοψι τὴν ὁδὸν αὐτῆς ἐπὶ τὸ ἑλέσθαι φρονεῖν τὰ ἀμείνω παρήνεγκε, παρεσκεύασς δὲ ὥσπερ καὶ οὐχ ἑκοῦσαν εἰπεῖν Ἐπιστρέψω πρὸς τὸν ἄνδρά μου τὸν πρότερον, ὅτι “καλῶς μοι ἦν τότε ἤ νῦν·” ἔγνω γὰρ διὰ πείρας τὸ τελοῦν εἰς ὄνησιν, καὶ οἷς ἦν ἄμεινον ἐμφιλοχωρεῖν· οὕτως εἰ λάβοιμι τὰ ἐμαυτοῦ, φηςὶ, τότε δὴ πάντωςζητήσει τὸν χορηγὸν, ἀποαύσεται τοῦ δερῖν ἀνάπτειν τοῖς δαιμονίοις τὰ χαριστήρια, οἴεσθαί τε ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν, ὡς καὶ ἀναςώζειν δύνασθαι τοὺς ὑπ’ αὐτοῖς γεγονότας. ἐν καιρῷ δὲ λήψεσθαι τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὰ ὀθόνια, φηςὶ, ψευδομένων τάχα που κατὰ καιροὺς τῶν καρπῶν, καὶ ὑστερι- ζόντων αὐτοῖς τῶν ὡρίμων· ὡς ματαίους ἀνατλῆναι καὶ τοὺς ἐπὶ γε τῇ γηπονίᾳ πόνους.