Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 19-2
Not analysed yet
Εἰ δὲ δή τις ἕλοιτο νοεῖν, ὅτι σίτου καὶ οἴνου στερηθήσονται κατὰ καιροὺς Ἰουδαῖοι, τῆς μυστικῆς εὐλογίας ἐκπεπτωκότες, συνήσει καλῶς. ὀθόνια δέ φησι, τὴν οἱονεὶ περιστολήν καὶ τὴν ἄνωθεν ἐπικουρίαν, ὑφ’ ᾗ γεγονὼς ἔσται τις εὐσχήμων. εἰ δὲ ἔξω φέροιτο, περικαλλὴς μὲν οὐκέτι, πολὺ δὲ δὴ λίαν ἀσχήμων καὶ οἱονεὶ γυμνὸς διατελέσει κατὰ τὸν κόσμον. ὧδε μὲν οὖν τὴν τῶν ὀθονίων νούσεις ἀφαίρεσιν, ὑπέρ γε τοῦ μὴ καλύπτεσθαι τὴν ἀσχημοςύνην αὐτῆς. ἀποκαλύψειν δὲ τὴν ἀκαθαρςίαν αὐτῆς ἐπαγγέλλεται, καὶ τῶν ἐραστῶν αὐτῆς ἐναντιον, κατὰ τοιόνδε τίνα τρόπον; ἐλέγομεν ἀρτίως, ὅτι περιπεσοῦσα τοῖς σκόλοψι, τουτέστι, τοῖς ἐκ τοῦ πολέμου κακοῖς, καὶ ταῖς ὅτι μὰλιστα καταπλήττειν δυναμέναις συμφοραῖς, καὶ αὐτῶν ἀμελήσει τῶν ἐν c ὑπολήψει θεῶν, οὐκ ἐν σχολῇ προςάγουσα θυςίας αὐτοῖς, οὔτε μὴν τὰ συνήθη πληροῦν δυναμένη πρὸς δόξαν αὐτῶν· κατακεπτομοῦσα δὲ μᾶλλον ὡς οὐδὲν αὐτῶν ἀπόνασθαι μετὸν, καὶ κατονειδίζουςά πως τὸ ἄναλκι παντελῶς “Ὑπο “στρέχω φηςὶ πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλῶς “μοῖ ἦν τότε ἤ νῦν.” ὅταν τοίνυν ἀπαμφιέσω μὲν αὐτὴν πης παρ’ ἐμοῦ φηςὶν ἐπικουρίας, περιπεσοῦσα δὲ τοῖς δεινοῖς, καὶ τῆς εἰς αὐτοὺς ἀλογήσῃ τιμῆς καὶ ἀγάπης, τότε καὶ αὐτοὶς ἀσχήμων ὀφθήσεται, σαθρῷ καὶ ὀκλάζοντι νῷ διαπτύσασα καὶ αὐτούς. ὅσον γὰρ ἥκεν εἰς τὸ ἐκείνοις ἡδὺ καὶ φίλον, τληπαθῆ μᾶλλον ὁρᾶσθαι χρὴ, καὶ οὐδὲ ἐν αὐταῖς οὖσαν ταῖς ἐσχάταις συμφοραῖς τῶν αὐτοῖς δοκούντων ἐπιλανθάνεσθαι. οὐκοῦν ὅσον ἥκεν εἰς τὸ ἐκείνων θέλημα, καὶ παρ’ αὐτοῖς ἀσχήμων ὁ Ἰσραὴλ, οὕς νενόμικεν εἶναι θεοὺς οὐ μέχρι παντὸς ἀγαπᾶν ᾑρημένος. δοκεῖ δέ μοι φάναι τι τοιοῦτον ὁ μακάριος Ἠλάς· “Ἕως πότε ὑμεῖς χωλανεῖτε “ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεὸς, “πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ αὐτὸς, πορεύεσθε “ὀπίσω αὐτοῦ·” ὅ ἑτέρωθί ξησιν, “Ἤ Βάαλ, Βάαλ, ἤ Θεῷ “Θεῷ.” ὅτι δὲ οὐδεὶς ἀπαλλάξειε τοὺς ἅπαξ ὑπὸ θείαν γεγονότας ὀργὴν, οὐδ’ ἄν ἐξορθώσειέ τις τὸν κατεῤῥιμμένον παρὰ Θεοῦ, δέδειχεν εἰπὼν, τὸ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου.