Ancient Greek · ~10 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 18-9
Not analysed yet
Εἰ δὲ δὴ λέγοιεν ἀθυροστομοῦντές τινες, σαρχας λέγεσθαι καὶ τὰ κτήνη, παραληροῦντες, ἤδη πὼς ἀκουόντων, ὅτι τῆς προφητείας ὁ σκοπὸς κατὰ μόνου συντείνεται τοῦ ἀνθρωπίνου γένους, καὶ οὐχὶ “τῶν βοῶν μέλει τῷ Θεῷ, καθὼς καὶ ὁ σοφὸς ἔφη Παῦλος. προφητεύσειν δέ φησιν υἱοὺς καὶ θυγατέρας, τὸ τῆς χάριτος ἀμφιλαφὲς καὶ τὸ ἐπὶ πάντας ἆτον διὰ τούτων ὑποδηλῶν. εἴη γὰρ ἂν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θῆλυ γένος, εἰ τὰ αὐτῷ δοκοῦντα δρῴη τε προθύμως, καὶ μὴν καὶ ἕλοιτο φρονεῖν, οὔτε μὴν ἀγέραστον, ἢ ἀμέτοχον ἁγιασμοῦ, εἰ διά τε τῆς πίστεως καὶ τῆς ἐν ἔργοις ἐπιεικείας εὐδοκιμοῦν ἔσται· πόθεν; ἠξίωται γὰρ καὶ αὐτὸ χάριτός τε καὶ οἰκτιρμῶν, καὶ “τὸν ἀρραβῶνα τοῦ “πνεύματος δέχεται παρὰ Θεοῦ, λελόγισται δὲ καὶ ἐν τέκνοις. πρεσβυτέρους μὲν οὖν ἐνυπνίοις ἐνυπνιασθήσεσθαί φησιν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς ωεανισκους, πρεσβυτικὴν ἡλικίαν, καθάπερ ἐγῷμαι, λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προὔχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιωμένην κατορθώμασι, καὶ φρονήσει διαπρέπουσαν τῇ τελεωτάτη καὶ τεθαυμασμένην, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος, ὃς τεθέαται καθ’ ὕπνον ἄνδρα τινὰ τῶν ἐκ Μακεδονίας, ἐκλιπαροῦντά τε καὶ λέγοντα “Διαβὰς εἰς “Μακεδονίαν βοήθησον ἥμιν· γέγραπται γὰρ οὕτως ἐν ταῖς πράξεσι τῶν σοφῶν ἀποστόλων. Ἀνανίας δέ τις τῶν ἐν πίστει δεδοκιμασμένων ὅρασιν ἐπ’ αὐτῷ τεθέαται τῷ μακαρίῳ Παύλῳ. ἐπειδὴ γὰρ ἧκεν εἰς Δαμασκὸν, αὐτῷ κατὰ τὴν ὁδὸν ὀφθέντος χριστοῦ, εἶτα τῆ τοῦ φωτὸς ἀστραπῇ τὴν ὄψιν ἀφῄρηται, τεθεράπευται διὰ χριστοῦ. γέγραπται δὲ οὕτως πάλιν· “Ἦν δέ τις ἐν Δαμασκῷ μαθητὴς ὀνόματι “Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος Ἀνανίᾳ. “ὁ δὲ εἶπεν Ἴδου ἐγώ. ὁ δὲ κύριος πρὸς αὐτόν Ἀναστὰς “πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζή- “τησον ἐν οἰκίᾳ Ἰούδα Σαοὺλ ὀνόματι ταρσέα.” ἀκούεις ὅπως ἐν ὁράματι μὲν λελάληκε πρὸς Ἀνανίαν; ἦν γάρ που τάχα τὴν πίστιν εὔτονος, καὶ νεανίας τὴν ἕξιν, καὶ σφριγῶσαν ἔχων εἰς τὸ ἀγαθὸν τὴν γνώμην, ἄθραυστος εἰς ἀλκὴν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. καθ’ ὕπνον δὲ τῷ μακαρίῳ Παύλῳ τὰς λιτὰς ἐδόκει προσφέρειν ὁ Μακεδών· ἦν γὰρ τὴν φρένα πρεσβύτης, τὸν νοῦν γηραιὸς, καὶ τῆς ἄνωθεν σοφίας ἔμπλεως. προσεφώνει δέ που καὶ ὁ σοφὸς Ἰωάννης τοῖς ἡγιασμένοις ἐν χριστῷ διὰ πίστεως “Γράφω ὑμῖν πατέρες, “ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν νεανίσκοι, ὅτι “ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.’’ ἐπαγγέλλεται δὴ οὖν τὴν χύσιν τοῦ Ἁγίου Πνεύματος τοῖς δουλεύουσιν αὐτῷ. τίνες δ’ ἂν οἱ τοιοίδε πάλιν; ἢ ἐκεῖνοι πάντως οἳ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑποφέρουσι τὸν αὐχένα τῆς διανοίας, τῆς μὲν ἐν τύπῳ λατρείας ἀποφοιτήσαντες, Ἑλληνικῆς δὲ ἀπάτης ἀποπεπαυμένοι, κατὰ τὸν λέγοντα;