Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 2-10
Not analysed yet
Κατὰ παντὸς ἃν νοοῖτο τοῦ Ἰσραὴλ γεγονὼς ὁ λόγος, οὐκ ἀνὰ μέρος ἔτι τιθεμένου τοῦ Ἰούδα καὶ τοῦ Ἐφραΐμ, ἀλλ’ εἰς ἓν ὥσπερ συνειλεγμένου τοῦ παντὸς γένους· ἀνεκομίσθη γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραηλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ’ ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπολέκτους ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλωτοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυτροπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμὰς εζαιτησω λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν.