Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 3-12
Not analysed yet
Oὐκοῦν ὀλέθρου πρόξενον παντί τῳ λοιπὸν τὸ καταφρονῆσαι Θεοῦ καὶ δεσποτικῶν ἀλογῆσαι θελημάτων, τοῖς ἐπεγνωκόσιν αὐτὸν, ἢ καὶ ἐγνωσμένοις παρ’ αὐτοῦ κάτα γε τὸν τῆς πνευματικῆς οἰκειώσεως τρόπον. καὶ γοῦν ο σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι προτεθυμημένοις ἐπιστέλλει λέγων “Νυνὶ δὲ γνόντες Θεὸν, “μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν “δουλεύειν θέλετε;” ἤδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς πίστεως ὁ Δημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ’ ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἃν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα.