Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 2-11
Not analysed yet
Εφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ c ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ’ ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, “πόνῳ “καὶ μάστιγι” παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετατιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πὼς, ἐφ’ οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμολογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενήνεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέγοντας Μεμισηκαμεν τὰ πονηροὶ καὶ ἠγαπήκαμεν τὰ καλα. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, καὶ μέγ’ ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, τουτέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγράφοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παρασημαίνοντες δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατελεήση Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν περιλειφθέντας Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραΐμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς σημαίνεται.