Ancient Greek · ~2 min
3 to 4
Cyrillus Theol., In XII Prophetas 3-13-4
Not analysed yet
Δεῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορθοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν. Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὀς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαιο ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος κω κοπετὸν, καὶ εἰς εἰδότας Θρῆνον· καἰ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι δῶ μέσου σου, εἷπε Κύριος.