Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 2-12
Not analysed yet
Ηρετό τις τῶν Φαρισαίων ποτὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό “Ἀγαπήσεις “Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ “ὅλης τῆς ἰσχύος σου· δευτέρα δὲ καὶ ἐγγὺς τό Ἀγα- “πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. ἴδοι δ’ ἄν τις καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως τε καὶ ἐλπίδος εἰπεῖν θαρρήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεομένοις τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης. εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν, αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ’ ἃν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές.