Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 2-4
Not analysed yet
Καταπεπόσθαι φησὶ τὸν ‘Ισραηλ, ὡς οἰκτρὰν ὑπομείναντα ναυαγίαν, καὶ τοῖς τῶν ἰδίων ἁμαρτιῶν ἐναποπνιγέντα κύμασι, καὶ ὥσπερ τινὶ πέτρᾳ τοῖς ἐκ θείας ὀργῆς κινήμασι περιτεθραυσμένον. ἤγουν καὶ καθ’ ἕτερον τρόπον, καταπεποσθαι φησὶν αὐτὸν, ὡς ὑπὸ δεινοῦ καὶ ἀπλήστου δράκοντος, τοῦ Ναβουχοδονόσορ· ἔφη γὰρ ὧδε καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν, τὸ τοῦ Ἰσραὴλ πρόσωπον ἑαυτῷ περιτιθεὶς, δορικτήτου τε ὄντος ἤδη καὶ τοῖς ἑλοῦσι δουλεύοντος, 5 “κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος “λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με “δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου.” Ἀληθὲς δὲ καὶ ἑτέρως, ὡς καταρροφεῖ τρόπον τινὰ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἐκπίπτοντας, καὶ ἰδίαν ποιεῖται τροφὴν ὁ πολυκέφαλος δράκων, ὃν καὶ ἡ τοῦ ψάλλοντος φωνὴ βρῶμα δεδόσθαι φησὶ λαοῖς τοῖς Αἰθίοψι. “Σὺ γάρ φησι, συν- “ἔθλασας τὴν κεφαλὴν τοῦ δράκοντος· ἔδωκας αὐτὸν “βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. οἱ γὰρ μελάντατον ἔχοντες ἐν γε δή σφισιν αὐτοῖς καὶ ἀφεγγῆ τὸν νοῦν, Αἰθίοπες εἰκότως καὶ νοοῖντ’ ἂν καὶ λέγοιντο πρός τε ἡμῶν αὐτῶν, καὶ παρὰ Θεοῦ. οὗτοι τρέφουσι τὸν πολυκέφαλον δράκοντα, καὶ αὐτοὶ δὲ αὐτὸν σιτοῦνται πάλιν.