Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 3-6
Not analysed yet
Καταπεποται τοίνυν ὁ Ἰσραηλ, καὶ γέγονεν ἐν τοῖς ὡς σκεῦος ἄχρηστον. ἀπενηνεγμένος γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἠχρειώθη παντελῶς, τὰ ἐκείνοις δοκοῦντα φρονεῖν τάχα που βεβιασμένος. ἤγουν, ὅτι γέγονε σκεῦος ἄχρηστον, ταύτῃτοι καὶ κατεόθη, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, μετεφοίτησεν εἰς τὰ ἔθνη. τοιοῦτο τί φησιν ὁ πάντων Δεσπότης καὶ διὰ φωνῆς Ἱερεμίουπερί τινος τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων ἐπὶ τὸν Ἰσραήλ “Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος “οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς “γῆν ἢν οὐκ ἤδει. γῆ γῆ, ἄκουε λόγον κυρίου, γράψον τὸν “ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.’’ ἠχρειώθη τοίνυν ὁ Ισραήλ. ποία γὰρ χρεία ψυχῆς τῷ Θεῷ πλανωμένης, καὶ φιλαμαρτήμονος καὶ ἀποτρεχούσης εὐκόλως εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων καὶ εἰς, τὸ πάντων ἐπέκεινα τῶν κακῶν, τῆς ὑπὸ Θεῷ δουλείας τὴν ἀποστροφὴν ; τίς οὖν ἡ αἰτία τοῦ τὰ τοιάδε πάσχειν τὸν Ἰσραήλ ; ὅτι ιιὐτοὶ ἀωεβησαν εἰς Ἀσσυρίους. μονονουχὶ γάρ φησιν, αὐτόμολοι δεδραμήκασι πρὸς ἐχθρούς. πῶς ἢ τίνα τρόπον ; δεδιότες γὰρ τὴν ἐκείνων ἔφοδον, οὐ τὴν Θεοῦ μᾶλλον ἐπικουρίαν ἐζήτουν μεταγινώσκοντες, δώροις δὲ μᾶλλον μεταπεπείκασι κατηρεμῆσαι βραχύ. εἶτα τὴν τοιάνδε σκέψιν, ὡς εἰκαίαν αὐτοῖς ἐσομένην καὶ ἄχρηστον, διαγελᾷ τρόπον τινὰ, λέγων περὶ τῶν ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότων, οἳ καὶ πεπόμφασι τοῖς Ἀσσυρίων τυράννοις, τυράννοις, ἀνεθαλε ἑαυτὸν Ἐφραΐμ.