Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 2-5
Not analysed yet
Διττὸς ἀείπως ἐστὶν ὁ τῆς παραινέσεως τρόπος. ἢ γὰρ ἐξηγούμενοι τὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἐπικεισομένην κόλασιν μετασοβεῖν εἰθίσμεθα καὶ μάλα γοργῶς ἐπὶ τὸ βιοῦν ἑλέσθαι λαμπρῶς· ἢ τὰς τοῖς ἐπιεικέσιν ηὐτρεπισμένας τιμὰς ἀπαγγέλλοντες προθυμοτέρους ἀποτελοῦμεν τοὺς παιδευομένους ἐπὶ τὸ δεῖν ἰέναι λοιπὸν πρὸς τὴν ἀμείνω τε καὶ ἐννομωτάτην ζωήν. τοιοῦτόν τι καὶ νῦν ὁ τῶν ὅλων Θεὸς ἐργάζεται. ἠπείλησε μὲν γὰρ τοῖς πεπλανημένοις τοὺς πολέμους, τὰς συμφορὰς, τὴν εἰς ἀλλοφύλους ἀπαγωγὴν, τοὺς τῶν πόλεων ἐμπρησμοὺς, τῶν μαχομένων τὴν ἀγριότητα. πλὴν οὐ μέχρι τούτων τὸν τῆς παραινέσεως ἵστησι λόγον, ἀλλ’ ἰδοὺ δὴ πάλιν, καὶ καθ’ ἕτερον αὐτοὺς ὀνίνησι τρόπον, καὶ δὴ, μεθέντας τὸ ἄχρηστον καὶ ἁπάσης αὐτοῖς ταλαιπωρίας πρόξενον, τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν ἀνθελέσθαι κελεύει, γηπόνοις ἐν ἴσῳ, σπέιροντας μὲν εἰς δικαιοσύνην, τρυγῶντας δὲ καὶ ἕλ’ καρπὸν ζωῆς. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος “Ὃ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί- “σει.” καὶ “Ὁ μὲν σπείρων φαῦλα, θερίσει κακὰ,” κατὰ τὸ γεγραμμένον· ὁ δὲ τῆς δικαιοσύνης ἐργάτης, σωτηρίας ἔσται καὶ ζωῆς ἔμπλεως, λαμπρὸς καὶ ἀξιοζήλωτος, καὶ οἶνον ἀποτρυγήσει “τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου.” δεῖ δὲ πρὸς τούτῳ τοὺς ἐθελοντὰς εὐδοκιμεῖν, εἰς νοῦν καὶ καρδίαν τὸ τῆς ἀληθοῦς γνώσεως εἰσοικίζεσθαι φῶς, οὐκ ἐχόντων αὐτὸ τῶν προσκυνούντων “τῇ κτίσει παρὰ τὸν πῶς δ’ ἃν γένοιτο καλῶς τὸ δύνασθαι σπείρειν εἰς δικαιοσύνην, καὶ μὴν καὶ ἀποτρυγᾶν εἰς καπρὸν ζωῆς, καὶ τὸ λαμπρὸν τῆς γνώσεως εἰςδέχεσθαι φῶς, αὐτὸς ὑπέδειξε προστιθείς Ζητήσατε τὸν Κῦρον ἑώς οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν. ζητοῖτο δ’ ἃν πρὸς ἡμῶν Θεὸς, οὐχὶ τοπικῶς· τοῦτο γὰρ εὔηθες, ἐπεὶ μὴ ἐν τόπω τὸ θεῖον· ἀλλ’ ὡς ἐν διαθέσει ψυχῆς, καὶ νοῦ προθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων αὐτῷ διανενευκότος, καὶ εἰς εἴδησιν βλέποντος ὀρθὴν καὶ ἀπεξεσμένην, καὶ οὐδαμόθεν ἔχουσαν τὸ ἐπιτιμᾶσθαι δεῖν. εὑρόντες γὰρ οὕτως αὐτὸν, καὶ τὴν τῶν ἑτέρων ἀγαθῶν καταπλουτήσομεν κτῆσιν. ἢ οὐκ ἀληθεύει Χριστὸς, ὅταν λέγῃ “Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν;” ἀλλ’ ἔστιν οἶμαι τουτὶ τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν οὐδαμόθεν ἀμφίβολον. κτῆσις γὰρ ἡμῖν αὕτη παντὸς ἀγαθοῦ μετὰ Θεοῦ, καὶ διὰ Θεοῦ, καὶ παρὰ Θεοῦ.