Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 3-7
Not analysed yet
Εἴποι δ᾿ ἄν τις, καὶ μάλα εἰκότως, οὐχὶ μόνοις τοῖς τῶν εἰδώλων θεραπευταῖς, τὸ σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην καὶ τὰ τούτοις ἐφεξῆς, ἀλλὰ γὰρ καὶ τοῖς τῆς ὀρθῆς πίστεως ἀποτρέχουσι, προσκειμένοις δὲ μᾶλλον “πνεύμασι πλάνης, “ἐν ὑποκρίσει δαιμονίων, κεκαυτηριασμένοις τὴν συνείδη- “σιν,” ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος. οὗτοι σπείρουσι μὲν τοῖς εἰς γνῶσιν καὶ φιλομάθειαν ἐγκείμενοι πόνοις· πλὴν οὐκ εἰς ἔργα δικαιοσύνης, ἀλλ’ εἰς ἀδικίαν καὶ ἀσέβειαν “Πλανωντες καὶ πλανώμενοι, καὶ τύπτοντες ἀσθενοῦσαν “τὴν συνείδησιν τῶν ἀδελφῶν, ὑπὲρ ὧν Χριστὸς ἀπέθανε. τρυγῶσι δὴ οὖν οὐκ εἰς καρπὸν ζωῆς· πόθεν; ἁλλ’ εἰς κόλασίν τε καὶ κρίσιν. καὶ γοῦν ἔφασκεν ὁ Χριστὸς, ὅτι “Ὃς δ᾿ “ἃν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων “εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ “τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς “θαλάσσης.” οὐκοῦν ἀγαπάτωσαν τὴν ἀλήθειαν· τοῦτό ἐστι τὸ τῆς γνώσεως φῶς· οὕτω ζητεῖται Θεός· ἐντεῦθεν αὐτοῖς καρποὶ μὲν δικαιοσύνης ἀνατελοῦσιν εἰς ζωήν· τρυγηθήσεται δὲ καὶ οἶνος, οὐ σωματικὸς, νοητὸς δὲ μᾶλλον καὶ διὰ Πνεύματος, ὃς καὶ καρδίαν εὐφραίνει καὶ νοῦν.