Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 3-2
Not analysed yet
Φακεὲ μὲν γὰρ ὁ τοῦ Ῥομελίου πεπολέμηκεν ὡς ὁμόρους ὄντας τοὺς Ἱεροσολυμίτας. ἐπειδὴ δὲ δεινὴν καὶ ἄθραυστον ἐθεᾶτο τὴν ἀντίστασιν, ἀναπείθει τὸν Ῥαασὼν τὸν βασιλέα e τῶν Σύρων σύνοπλον αὐτῷ γενέσθαι καὶ συλλήπτορα, καὶ συνεκπολιορκῆσαι τὴν Ἱερουσλήμ. συνεστηκότος δὴ οὖν τοῦ πολέμου, τετελεύτηκε μὲν Ἰωάθαμ ὁ υἱὸς Ἀξαρίου. διαδέχεται δὲ τὴν βασιλείαν Ἅχαξ ὁ υἱὸς αὐτοῦ, πονηρὸς ὣν ἄγαν καὶ εἰδωλολάτρης, καὶ καταμεθύων οὕτω πρὸς πλά πλάνησιν νῆσιν εἰδωλομανη, ὡς καὶ ’τον ἴδιον υἱὸν διαγαγεῖν ἐν πυρὶ, καὶ πρὸς πᾶν ὁτιοῦν ἀπονεῦσαι τῶν ἐκτόπων, καὶ θυμιᾷν “ἐν τοῖς ὑψηλοῖς καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, κατὰ τὸ γεγραμμένον. τεθορυβημένος δὴ οὖν ὁ Ἄχαξ, πάντα συνενεγκὼν τὸν πλοῦτον τὸν εὑρεθέντα ἐν οἴκῳ κυρίου, ἀποστέλλει δι’ ἀγγέλων πρὸς Θεγλαφαλασὰρ βασιλέα Ἀσσυρίων, καὶ σώζεσθαι δι’ αὐτοῦ παρεκάλει. ὁπλίξεται τοίνυν Ἀσσύριος κατὰ τῆς Ῥααὼν βασιλείας, καὶ δέχεται μὲν τὴν Δαμασκὸν, ἥ ἐστι μητρόπολις τῆς Συρίας, ἀναιρεῖ δὲ τὸν Ῥαασών. εἶτα κάτεισιν Ἅχαξ ἐκ τῶν Ἱεροσολύμων εἰς Δαμασκὸν, ὀψόμενος τὸν Ἀσσύριον. ἐν δὲ τοῖς τῶν εἰδώλων τεμένεσι θυσιαστήριον ἑωρακὼς, καινοπρεῆ τινα καὶ ἀήθη κατασκευὴν ἔχον, καὶ ἡσθεὶς ἐπ’ αὐτῷ λίαν, ἐκτύπωμα λαβὼν, ἀποστέλλει πρὸς Οὐρίαν τὸν ἱερέα ἐν τοῖς Ἱεροσολύμοις, καὶ δὴ κατ’ αὐτὸ γενέσθαι προστέταχεν. εἰσενεγκὼν δὲ ἐν οἴκῳ κυρίου, καὶ μονονουχὶ καὶ ἀτιμάσας τὸ κατὰ βούλησιν Θεοῦ διὰ Μωυσέως γεγενημένον, ἐπ’ αὐτῷ πληροῦν τὰ νενομισμένα προστέταχε· καὶ ἕτερα δὲ πρὸς τούτοις κεκαινούργηκεν ἐν τῷ ναῷ, κατὰ τὸ αὐτῷ δοκοῦν, ἀπερισκέπτως καὶ ἀπᾳδόντως Θεῷ. ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ καιροῖς, ἔτι ζῶντος Ὡσηὲ υἱοῦ Ἠλὰ βασιλέως Ἰσραὴλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ισραὴλ, ὃς καταδῃώσας τὴν Σαμάρειαν μετῴκισε τὸν Ισραὴλ ἐν ὄρεσι καὶ ποταμοῖς τῶν Μηδῶν· ἀπέκτεινε δὲ καὶ αὐτὸν τὸν Ὠσηέ. καὶ διὰ ποίαν αἰτίαν; ὅτι μὴ προσκεκόμικεν αὐτῷ τὸ μανααὰ, φησὶν, ὃ ἦν σύμβολον ὑποταγῆς· ἐκάλει δὲ μᾶλλον εἰς ἐπικουρίαν τὸν Αἰγυπτίων τύραννον.