Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 20-11
Not analysed yet
Tαλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραΐμ, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσεβείας κατ’ ἴχνος ἰόντες παραθήγουσιν ἐφ’ ἑαυτοὺς τὸν τῶν ὅλων Δεσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιῶν τοὺς ἐξ Ιούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσολύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ’ οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ’ ἧ φησι τὸ γράμμα τὸ ἱερόν “Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ “λεύκης καὶ δένδρου συσκιάζοντος.” ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός “Καὶ σὺ μὴ προ- “σεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι “αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ “προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου.” εἶτα τῆς ἀποστροφῆς φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων “Ἤ οὐχ ὁρᾷς τί οὗτοι “ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερουτελμάτων “σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- “τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ “ποιῆσαι χαυῶνας τῆ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ἐξουθενήκασι δὴ οὖν τὴν Σιῶν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαὶ.