Ancient Greek · ~1 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 21-11
Not analysed yet
Ἁρμόσειε δ’ ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ’ ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περιέσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν.