Ancient Greek · ~7 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 20-15
Not analysed yet
Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ’ ἡμὰς. ὄρος δὴ οὑν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ’ αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- “λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς “ἐπιθυμίαις.” μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παρρησίας ἐπαΐοι τις ἄν “Ἔχοντες “διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ “βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- “δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες “βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ' ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων κύριος ὡς Θεός.