Ancient Greek · ~6 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 21-15
Not analysed yet
Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ’ ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖσθί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ’ αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ’ αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου Δεσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ’ Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- von οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἃν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἣ δηλονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός “Πορευθέστες μαθητεύ- “σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ “Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- “τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”