Ancient Greek · ~4 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 20-7
Not analysed yet
Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ’ αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσαχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπουδάζον, ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι πόνους. φιλεῖ δέ πὼς ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφών, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μηδένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρθενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ’ αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαρρηκότας, ὅτι “Χρηστὸς καὶ “ἐπιεικὴς” ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, “Καὶ “πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γε. γραμμενον.