Ancient Greek · ~6 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 21-7
Not analysed yet
Πλὴν οὐ τεθρήνηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ τὸν οὐρανοῦ νυμφίον, τοῦτ’ ἔστι Χριστόν· αὐτὴ γὰρ ἀπέκτονε καὶ πεπαρῴνηκεν εἰς αὐτόν. τοιγάρτοι τῶν θείων εἵργεται παστῶν, ἔξω τε τῶν ἱερῶν ἐστι γάμων, καὶ τῆς ἑορτῆς ἀμέτοχος παντελῶς, ἀπόκληρός τε λοιπὸν, καὶ ἀπερριμμένη καὶ τῆς τῶν ἁγίων ἐλπίδος ὡς ἀποτάτω· εἰσκέκληται δὲ ἀντ’ ἐκείνης ἡ νέα καὶ ἀρρυτίδωτος, ἡ πάναγνος καὶ σοφὴ, καὶ ἐκ Λιβάνου νύμφη, καλή τε περιστερὰ, τουτέστιν, ἢ ἐξ ἐθνῶν ᾿Εκκλησία, ἡ καὶ αὐτὸ τὸ πάθος ὁμολογοῦσα κυρίου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐτῷ κλαίουσα διὰ τοῦ συμπάσχειν καὶ πενθεῖν, αἴρειν τε τὸν ἴδιον σταυρὸν καὶ ἀκολουθεῖν αὐτῷ, καὶ διὰ τούτων ἰέναι φιλεῖν διά τοι τὴν εἰς αὐτὸν ἀγάπην. παρθενικὸς δὲ νυμφίος νοοῖτ’ ἂν αὐτῆς ὁ ᾿Εμμανουήλ· καίτοι μεμοιχεῦσθαι δοκούσης καὶ πεπορνευμένης τῷ σατανᾷ, κατά γε τὸν τοῦ πεπλανῆσθαι τρόπον· διὰ τὴν ἄνωθεν ἀναγέννησιν, ἢν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν, τὴν σαρκικὴν ἀρνούμενοι. γέγραπται γὰρ περὶ Χριστοῦ “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι “δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε- “νέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ “αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος “ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.” παρωθούμενοι δὴ οὖν τὴν κατὰ σάρκα γέννησιν, τὴν πνευματικὴν οἰκειούμεθα, καθ’ ἢν ἂν νοοῖτο παρθένος καθαρά τε καὶ πάναγνος ἡ ἐξ ἐθνῶν ἐκκλησία, τουτέστιν οἱ εἰς Χριστὸν πιστεύσαντες, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει σαφῶς “῾Ηρμοσά- “μὴν γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστήσαι τῷ “Χριστῷ.”