Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 21-10
Not analysed yet
Ἐπιτήρει πανταχῆ, καὶ σφόδρα θαυμάσεις τῆς προφητείας τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ Ἰσραὴλ, σέσωσται δὲ “τὸ κατάλειμμα κατά γε τὴν ‘Ησαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον. ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος, καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Δαμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πεαὐτὴν φρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῆ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ’ ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ’ ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, ἀλλ’ ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι δὲ καὶ τὴν Δαμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ σαφὲς, σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῆ τετάρτη τῶν βασιλειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ’ Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ τοῦ ‘Ρομελίου βασιλέως ἰσραὴλ, καὶ μέντοι καὶ ‘Ραασσὼν βασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε ‘Ραασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν Δαμασκόν.