Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 22-10
Not analysed yet
Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐπὶ πάντας ἀνθρώπους τὴν ἐκ τῶν προκειμένων διάνοιαν ἀποφέρειν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διεν- θυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ’ ἐπεφάνη καὶ βεβοήθηκεν “Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ “θεὶς θεὶς ὑπὲρ τῶν προβάτων,” καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός “Τὰς μύλας τῶν λεόντοῦ “των συνέθλασεν ὁ Κύριος,” καὶ ὡς ὁ Παῦλός φησιν “Ἀπέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”