Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 21-12
Not analysed yet
Συμβέβηκε δὲ τοῦτο γενέσθαι καὶ τοῖς πεπαρῳνηκόσιν εἰς τὸν Τύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. ἐπειδὴ γὰρ οἱ δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, ἁλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ οὐδενὸς τῶν παρ’ αὐτοῖς ὁ πόλεμος.