Ancient Greek · ~1 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 22-12
Not analysed yet
Kαὶ ἕκαστος δὲ τῶν πεπιστευκότων, κἂν εἴτε ναὸς εἴη Θεοῦ ὡς ἔνοικον ἔχων αὐτὸν, κἂν εἴτε νοοῖτο θυσιαστηριον, ὡς τὴν ἰδίαν πολιτείαν ἱερουργῶν Θεῷ, εἶτα βλέψας ἐπὶ τὸ ῥᾴθυμον παροτρύνῃ Θεὸν, πρὸς τὸ μηδὲν οἰχήσεται, καὶ πάνδεινον ὑποστήσεται τὴν καταστροφήν. ἀπροσωπόληπτος γὰρ ὁ Δεσπότης, καὶ “Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται “αὐτὸν ἐν ἧ ἂν ἡμέρᾳ πλανηθῇ,” κατὰ τὸ γεγραμμένον.