Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 21-3
Not analysed yet
Πανταχόθεν ἡμᾶς πολυπραγμονεῖν εὖ μάλα τὸ ἀληθὲς σπουδάζοντας, καὶ νῦν εἰπεῖν ἀναγκαῖον, ὡς ἡ καθ’ Ἑβραίους ἔκδοσις ἀντὶ τοῦ ὡς ἄνθρωπος, ὡς Ἀδὰμ εἴρηκε παραβαίνων διαθήκην, ἵνα νοοῖτο τοιάδε τις τῶν ἐξ Ἰσραὴλ ἡ παράβασις, ὁποία γέγονεν ἐν Αδάμ. μετὸν γὰρ ἐκείνῳ καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν ἔχειν, καὶ ἐν ἀφθαρσίᾳ διατελεῖν, καὶ ταῖς τοῦ παραδείσου τρυφαῖς ἐναβρύνεσθαι, κατημέλησε τῆς θείας ἐντολῆς· εἶτα διώλισθεν ἐπὶ τὰ αἰσχίω, τῶν ἀρχαίων ἀδοκήτως τὼς ἐστερημένος. οὕτω καὶ καὶ φημὶ δὲ δὴ πάλιν, οἱ ἐξ Ισραήλ. εὐμενῆ καὶ φίλον τὸν τῶν ὅλων ἔχοντες Θεὸν, σώζοντα καὶ προεστηκότα, καὶ προτιθέντα τὸ ἔλεος αὐτοῖς, ὡς νεφέλην πρωινὴν, καὶ ὡς δρόσον ὀρθρινὴν πορευομένην, ἐξάγοντα δὲ καὶ ὡς φῶς τὸ κρίμα αὐτοῦ, καὶ τῇ ὑπὲρ νόμον στεφανοῦντα λατρείᾳ, ῥᾴθυμοι γεγόνασι περὶ τὸ σφισὶν αὐτοῖς ἀναγκαῖον καὶ χρήσιμον εἰς εὐημερίαν καὶ δόξαν, καταπεφρονήκασι καὶ αὐτοὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καίτοι λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωυσέως, “Οὐ ποιήσεις “σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῆ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑπο- “κάτω τῆς γῆς.” καὶ πάλιν, “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι “πλὴν ἐμοῦ.” ἐπειδὴ δὲ ἐν ἴσῳ τῷ πρώτῳ, τουτέστι τῷ Ἀδὰμ, παρώλισθον εἰς ἀποστασίαν, καὶ αὐτοὶ δὴ πάντως ἔξω πατοῦνται τοῦ κατευφραίνειν εἰδότος· παραβεβήκασι γὰρ διαθήκην.