Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 22-4
Not analysed yet
Εἰ δὲ δὴ νοοῖτο μυστικώτερον, ὡς ἐπὶ Χριστοῦ, τὸ χρησμῴδημα, πάλιν ἐκεῖνο ἐροῦμεν, ἐμφανῆ τῶν λεγομένων καθιστάντες τὸν νοῦν· Ἔπεμψεν ἐξ οὐρανῶν ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν φωτιοῦντα τοὺς ἐξ Ἰσραὴλ, καὶ φανερὸν καταστήσοντα τὸ κρῖμα αὐτοῦ, καὶ ἵνα καταλῆξαι μὲν ἀναπείσῃ θυσιῶν ἀρχαίων καὶ ὁλοκαυτωμάτων τῶν κατὰ νόμον· ἐλεήσῃ δὲ μᾶλλον, δικαιῶν τῆ πίστει, καὶ καλέσῃ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα, καὶ ἐσχήκαμεν τὴν προσαγωγὴν, ὥς που καὶ γράμμα φησὶν ἱερόν. ἀλλὰ γεγόνασιν οἱ ἐξ Ἰσραὴλ ὡς ἄνθρωπος παραβαίνων διαθήκην. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν, ὅπως ἂν δύνωμαι. ὁ τὴν ὑφ’ ἑτέρου γραφομένην παραβαίνων διαθήκην, ἢ οὐ πρόσεισιν αὐτὸς τῷ ἐκνεμηθέντι κλήρῳ παρὰ τοῦ γεγραφότος αὐτὴν, ἤγουν ἑτέρους τῶν ἐγγεγραμμένων τῶν αὐτοῖς ὀφειλομένων ἀποστερεῖ. τοιοῦτόν τι πεπράχασιν Ἰουδαῖοι, καὶ τοῦτο ἐπὶ Χριστῷ. πῶς, ἢ τίνα τρόπον; ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ κλῆρον ὥσπερ τινὰ λαμπρὸν καὶ ἐξαίρετον τὴν κατὰ τοῦ ἔθνους ἡγεμονίαν ἐχαρίζετο τῷ Υἱῷ. διακέκραγε γὰρ, ὡς ἔφην, "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν “ὄρος τὸ ἅγιον αὐτοῦ· “καὶ δέδωκε τῷ Υἱῷ τὸν νοητὸν ἀμπελῶνα, τουτέστι τὸν ἰσραήλ· “Ὁ γὰρ ἀμπελὼν κυρίου “Σαβαὼθ,’’ κατὰ τὸ γεγραμμένον, “ἄνθρωπος τοῦ Ἰούδα “νεόφυτον ἠγαπημένον. ἀλλ’, ὥς φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης, “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὖ. “τὸν οὐ παρέλαβον.” ἐκβεβλήκασι γὰρ ἔξω τῆς πύλης, καὶ θανάτῳ παρέδοσαν, λέγοντες “Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονο- “μιαν.”