Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 23
Not analysed yet
Μετὰ τὸ τεχθῆναι τὸν Ἰεσράελ γεγέννηται τῷ προφήτῃ κόριον ἐκ τῆς Γόμερ, ᾧ καὶ ὄνομα κεῖσθαι δεῖν προστέταχε, τὸ Οὐκ ἠλεημένη. ἐπιφέρει δὲ παραχρῆμα τοῦ τοιοῦδε τὴν πρόφασιν, καὶ τὴν αἰτίαν εὐθὺς καθίστησιν ἐναργῆ, οὐδεμιᾶς ἔτι φειδοῦς ἀξιωθήσεσθαι λέγων τὸν Ἰσραήλ· ἀνταναστῆναι δὲ ὥσπερ αὐτοῖς, καὶ ἐν τάξει γενέσθαι τῶν ὅτι μάλιστα πολεμιωτάτων, καὶ ταῖς εὐπραγίαις αὐτῶν ἀντιπεσεῖσθαι γεννικῶς, ὡς εἰς ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἃν γένοιτο τοῖς παθοῦσιν ἡ ὄνησις. “Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” φησίν· καὶ ἧ φησὶν ὁ προφήτης, “Τὴν χεῖρα τὴν τίς ἀποστρέψει; ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ Δεσπότης, τοῦτο ἀμελλητὶ πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδάτων εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπείοὔτε θοιντο τὰ ἀμείνω καὶ πρεπωδέστερα, λοιπόν τε μεταφοιτήσειαν πρὸς τὸ ἑλέσθαι σωφρόνως, κἂν γοῦν τοῖς δευτέροις ἀποσείεσθαι τὴν ὀργὴν, εὐμενῆ καὶ πρᾷον ἐφ’ ἑαυτοῖς καταστήσαντες λελυπημένον τὸν τῶν ὅλων Θεόν. ἔοικε δὲ πάλιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις ὑποδηλοῦν λόγος τὰς γεγενημένας αἰχμαλωσίας τοῦ Ἰσραὴλ, ὑπό τε τοῦ Θεγλαφαλασὰρ, καὶ μέντοι Σαλμανασὰρ βασιλέων Ἀσσυρίων, οἳ μετῴκισαν ἐκ Σαμαρείας τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν, τὰς ἐν τῆ Σαμαρείᾳ καταδῃώσαντες πόλεις. ἀλλ’ οὐκ ἂν ταῖς οὕτω δειναῖς περιπεπτώκασι συμφοραῖς, ἐπαμύνειν αὐτοῖς ἐθέλοντος Θεοῦ· μᾶλλον δὲ, μὴ οἱονεί πὼς καὶ ἀντεξάγοντος καὶ ἐν τάξει πολεμίων ἀνθεστηκότος. ἔφη γὰρ ἐναργῶς, ὅτι Ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατ’ ἐπαγγέλλεται, καὶ σώσειν αὐτοὺς, οὐ πολεμοῦ νόμῳ· τοῦτο γὰρ τὸ, οὐκ ἐν ἃρμασιν, οὐδὲ ἐν ἳπποις· ὃ δὴ καὶ τετέλεσται, τοῦ Σεναχηρεὶμ περιέχοντος κύκλῳ τὴν Ἱερουσαλὴμ, ὅτε καὶ τῆς θείας δόξης κατεφλυάρει Ῥαψάκης, ὡς οὐκ ἂν ἰσχύσειεν εἰπὼν ἀνασῶσαι Θεὸς τήν τε Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ· προεκόμιζε δὲ εἰς ἀπόδειξιν τοῦ πάντητε καὶ πάντως ἁλώσεσθαι καὶ αὐτοὺς, τὸ μὴ δεδυνῆσθαι τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἐξελέσθαι τοὺς ἑαυτῶν, ἀλλ’ ἐσώζετο παραδόξως ὁ Ἰούδας, τουτέστιν αἱ τὴν Ἱερουσαλὴμ οἰκοῦσαι δύο φυλαί. “Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς “παρεμβολῆς τῶν’ Ἀσσυρίων ἐν μιᾷ νυκτὶ, ἑκατὸν ὀγδοήκοντα “πέντε χιλιάδας.” ἦδόν τε οὕτως οἱ σεσωσμένοι· καὶ τῆς ἐπ’ αὐτοῖς γεγενημένης μεγαλουργίας τοὺς τρόπους ἀφηγοῦντο, λέγοντες “Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· “ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. “αὐτοὶ συνεποδίσθησαν, καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν, “καὶ ἀνωρθώθημεν.’’