Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 24
Not analysed yet
Ἀλλ’ ἱστορικῶς μὲν ἡμῖν εἰρήσθω ταυτί· ἴωμεν δὲ αὖ καὶ ἐφ’ ἑτέρας ἐννοίας, φημὶ δὲ δὴ πάλιν τὰς ἐπ’ αὐτῷ τῷ Χριστῷ. μετὰ γάρ τοι τὸ τεχθῆναι τὸν Ἰεσράελ, τουτέστι, τὴν τοῦ Θεοῦ σπορὰν, ἵνα νοῇς τὸν Ἐμμανουὴλ, οὗ καὶ ἐκδικήσειν τὸ αἷμα κατεπηγγέλλετο, τίκτεται τῆ Γόμερ, τουτέστι τῆ πεπορνευμένῃ τῶν Ἰουδαίων συναγωγῇ, θυγάτηρ, ἤτοι πληθὺς, ἧ καὶ πρέπον ἂν εἴη τὸ καλεῖσθαι Οὐκ ἠλεημένη· αὐτὴ γὰρ ἀπέκτεινε τὸν Ἰεσράελ, τουτέστι Χριστόν. ταύτῃτοι δικαίως ἐχθρὸν καὶ πολεμιώτατον εὑρίσκει Θεόν· καὶ ἀνηκέστους εὐθὺς ὑπομεμένηκε συμφορὰς, ῥᾶς, ταῖς Ῥωμαίων δυνάμεσιν ἐκπεπορθημένη, καὶ τὸν διαβόητον ὑποστᾶσα πόλεμον, ὅτε καὶ γυναῖκες τῶν ἰδίων ἥψαντο τέκνων, καὶ ἢ φησὶν ὁ προφήτης Ἱερεμίας, “Χεῖρες “γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν,’’ καὶ φύσεως ἀνθρωπίνης ἀλογήσασαι νόμων, καὶ φιλοστοργίας ἀμάχου ῥαθυμεῖν ἀυτὰς ἀναγκάζοντος τοῦ λιμοῦ. Ἀλλὰ ταυτὶ μὲν ἅπαντα τοῖς ἠσεβηκόσι συμβέβηκεν· ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, τουτέστι, τοὺς κατὰ μάθησίν τε καὶ ἀναγέννησιν τὴν διὰ τοῦ Πνεύματος γεγονότας Χριστοῦ τοῦ ἐκ φυλῆς Ἰούδα. εἰ γὰρ διὰ τοῦ Εὐαγγελίου γεννῶνται τινες ἐν Χριστῷ τοῖς τοῖς ἁγίοις ἀποστόλοις, πῶς οὐχὶ μᾶλλον δι’ αὐτοῦ τοῦ Χριστοῦ; περὶ ὧν Esai. καί φησιν “Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Σώζονται τοίνυν ἐν Χριστῷ τῷ κυρίῳ καὶ Θεῷ τῶν ὅλων, οὐχ ὅπλα κινοῦντες ἐπίγειά τε καὶ σαρκικὰ, ἁλλ’ ἐν δυνάμει τοῦ σώζοντος καὶ κατασείοντος μὲν ἀρχὰς καὶ θρόνους, θριαμβεύοντος δὲ τῷ ἰδίῳ σταυρῷ τῶν ἀντικειμένων τὰ στίφη, καὶ δυνάμεις καταστρέφοντος πονηρὰς, καὶ διδόντος τοῖς ἀγαπῶσιν αὐτὸν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, “καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ εὖ δὲ δὴ σφόδρα τὴν ἀπειθῆ καὶ ἐξήνιον καὶ κυριοκτόνον τῶν Ἰουδαίων πληθὺν γυναικὶ παρεικάζει, φημὶ δὴ τῆ οὐκ ἠλεημένῃ. σημεῖον μὲν γὰρ ἀσθενείας ἡ γυνὴ καὶ φρονήματος ἀνάνδρου καὶ κεκλασμένου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφῶς. τοιοίδε δὲ πάντες, ὅσοι τὴν διὰ Χριστοῦ μὴ παρεδέξαντο παίδευσιν, μήτε μὴν ἠνέσχοντο κατόπιν ἰέναι τῶν θείων αὐτοῦ καὶ ἁγίων θεσπισμάτων. καὶ γοῦν ὁ προφήτης Ὠσηέ “Ἐπι- “στράφηθι, φησὶν, Ἰσραὴλ πρὸς κύριον τὸν Θεόν σου, “διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου·” καὶ πάλιν περὶ τῶν τοῦ Σωτῆρος ἐνταλμάτων ὁ αὐτός “Διότι εὐθεῖαι, φησὶν, “αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ “δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. καὶ ὁ αὐτὸς δέ που φησὶν Ὠσηὲ περὶ τῶν ἀπεκτονότων τὸν Ἰεσράελ, τουτέστι Χριστόν “καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς “πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραΐμ ἀσθενήσουσιν “ἐν ταῖς ἀδικίαις αὐτῶν.’’