Ancient Greek · ~7 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 23-15
Not analysed yet
Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ’ οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψεται θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ’ ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἢ δέ γε γυμνότης καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἠσαίας τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν ̔ Ιερουσαλὴμ, “γυμνός τε καὶ ἀνυπόδετος,” Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρμούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἢ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ’ ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπῳάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκράτησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν ̔ Ιερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περιεκάθισε τὴν ̔Ιερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπείλησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.